τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
νεφεληγερέτα
Ζεύς
·
ἄγρει
μάν
οἱ
ἔπορσον
Ἀθηναίην
ἀγελείην
,
765
ἥ
ἑ
μάλιστʼ
εἴωθε
κακῇς
ὀδύνῃσι
πελάζειν
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
θεὰ
λευκώλενος
Ἥρη
,
μάστιξεν
δʼ
ἵππους
·
τὼ
δʼ
οὐκ
ἀέκοντε
πετέσθην
μεσσηγὺς
γαίης
τε
καὶ
οὐρανοῦ
ἀστερόεντος
.
ὅσσον
δʼ
ἠεροειδὲς
ἀνὴρ
ἴδεν
ὀφθαλμοῖσιν
770
ἥμενος
ἐν
σκοπιῇ
,
λεύσσων
ἐπὶ
οἴνοπα
πόντον
,
τόσσον
ἐπιθρῴσκουσι
θεῶν
ὑψηχέες
ἵπποι
.
ἀλλʼ
ὅτε
δὴ
Τροίην
ἷξον
ποταμώ
τε
ῥέοντε
,
ἧχι
ῥοὰς
Σιμόεις
συμβάλλετον
ἠδὲ
Σκάμανδρος
,
ἔνθʼ
ἵππους
ἔστησε
θεὰ
λευκώλενος
Ἥρη
775
λύσασʼ
ἐξ
ὀχέων
,
περὶ
δʼ
ἠέρα
πουλὺν
ἔχευε
·
τοῖσιν
δʼ
ἀμβροσίην
Σιμόεις
ἀνέτειλε
νέμεσθαι
.
αἳ
δὲ
βάτην
τρήρωσι
πελειάσιν
ἴθμαθʼ
ὁμοῖαι
ἀνδράσιν
Ἀργείοισιν
ἀλεξέμεναι
μεμαυῖαι
·
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἵκανον
ὅθι
πλεῖστοι
καὶ
ἄριστοι
780
ἕστασαν
ἀμφὶ
βίην
Διομήδεος
ἱπποδάμοιο
εἰλόμενοι
λείουσιν
ἐοικότες
ὠμοφάγοισιν
ἢ
συσὶ
κάπροισιν
,
τῶν
τε
σθένος
οὐκ
ἀλαπαδνόν
,
ἔνθα
στᾶσʼ
ἤϋσε
θεὰ
λευκώλενος
Ἥρη
Στέντορι
εἰσαμένη
μεγαλήτορι
χαλκεοφώνῳ
,
785
ὃς
τόσον
αὐδήσασχʼ
ὅσον
ἄλλοι
πεντήκοντα
·
αἰδὼς
Ἀργεῖοι
κάκʼ
ἐλέγχεα
εἶδος
ἀγητοί
·
ὄφρα
μὲν
ἐς
πόλεμον
πωλέσκετο
δῖος
Ἀχιλλεύς
,
οὐδέ
ποτε
Τρῶες
πρὸ
πυλάων
Δαρδανιάων
οἴχνεσκον
·
κείνου
γὰρ
ἐδείδισαν
ὄβριμον
ἔγχος
·
790
νῦν
δὲ
ἑκὰς
πόλιος
κοίλῃς
ἐπὶ
νηυσὶ
μάχονται
.
ὣς
εἰποῦσʼ
ὄτρυνε
μένος
καὶ
θυμὸν
ἑκάστου
.
Τυδεΐδῃ
δʼ
ἐπόρουσε
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
εὗρε
δὲ
τόν
γε
ἄνακτα
παρʼ
ἵπποισιν
καὶ
ὄχεσφιν
ἕλκος
ἀναψύχοντα
τό
μιν
βάλε
Πάνδαρος
ἰῷ
.
795
ἱδρὼς
γάρ
μιν
ἔτειρεν
ὑπὸ
πλατέος
τελαμῶνος
ἀσπίδος
εὐκύκλου
·
τῷ
τείρετο
,
κάμνε
δὲ
χεῖρα
,
ἂν
δʼ
ἴσχων
τελαμῶνα
κελαινεφὲς
αἷμʼ
ἀπομόργνυ
.
ἱππείου
δὲ
θεὰ
ζυγοῦ
ἥψατο
φώνησέν
τε
·
ἦ
ὀλίγον
οἷ
παῖδα
ἐοικότα
γείνατο
Τυδεύς
.
800
Τυδεύς
τοι
μικρὸς
μὲν
ἔην
δέμας
,
ἀλλὰ
μαχητής
·
καί
ῥʼ
ὅτε
πέρ
μιν
ἐγὼ
πολεμίζειν
οὐκ
εἴασκον
οὐδʼ
ἐκπαιφάσσειν
,
ὅτε
τʼ
ἤλυθε
νόσφιν
Ἀχαιῶν
ἄγγελος
ἐς
Θήβας
πολέας
μετὰ
Καδμείωνας
·
δαίνυσθαί
μιν
ἄνωγον
ἐνὶ
μεγάροισιν
ἕκηλον
·
805
αὐτὰρ
ὃ
θυμὸν
ἔχων
ὃν
καρτερὸν
ὡς
τὸ
πάρος
περ
κούρους
Καδμείων
προκαλίζετο
,
πάντα
δʼ
ἐνίκα
ῥηϊδίως
·
τοίη
οἱ
ἐγὼν
ἐπιτάρροθος
ἦα
.
σοὶ
δʼ
ἤτοι
μὲν
ἐγὼ
παρά
θʼ
ἵσταμαι
ἠδὲ
φυλάσσω
,
καί
σε
προφρονέως
κέλομαι
Τρώεσσι
μάχεσθαι
·
810
ἀλλά
σευ
ἢ
κάματος
πολυᾶϊξ
γυῖα
δέδυκεν
ἤ
νύ
σέ
που
δέος
ἴσχει
ἀκήριον
·
οὐ
σύ
γʼ
ἔπειτα
Τυδέος
ἔκγονός
ἐσσι
δαΐφρονος
Οἰνεΐδαο
.
τὴν
δʼ
ἀπαμειβόμενος
προσέφη
κρατερὸς
Διομήδης
·
γιγνώσκω
σε
θεὰ
θύγατερ
Διὸς
αἰγιόχοιο
·
815
τώ
τοι
προφρονέως
ἐρέω
ἔπος
οὐδʼ
ἐπικεύσω
.
οὔτέ
τί
με
δέος
ἴσχει
ἀκήριον
οὔτέ
τις
ὄκνος
,
ἀλλʼ
ἔτι
σέων
μέμνημαι
ἐφετμέων
ἃς
ἐπέτειλας
·
οὔ
μʼ
εἴας
μακάρεσσι
θεοῖς
ἀντικρὺ
μάχεσθαι
τοῖς
ἄλλοις
·
ἀτὰρ
εἴ
κε
Διὸς
θυγάτηρ
Ἀφροδίτη
820
ἔλθῃσʼ
ἐς
πόλεμον
,
τήν
γʼ
οὐτάμεν
ὀξέϊ
χαλκῷ
.
τοὔνεκα
νῦν
αὐτός
τʼ
ἀναχάζομαι
ἠδὲ
καὶ
ἄλλους
Ἀργείους
ἐκέλευσα
ἀλήμεναι
ἐνθάδε
πάντας
·
γιγνώσκω
γὰρ
Ἄρηα
μάχην
ἀνὰ
κοιρανέοντα
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
825
Τυδεΐδη
Διόμηδες
ἐμῷ
κεχαρισμένε
θυμῷ
μήτε
σύ
γʼ
Ἄρηα
τό
γε
δείδιθι
μήτε
τινʼ
ἄλλον
ἀθανάτων
,
τοίη
τοι
ἐγὼν
ἐπιτάρροθός
εἰμι
·
ἀλλʼ
ἄγʼ
ἐπʼ
Ἄρηϊ
πρώτῳ
ἔχε
μώνυχας
ἵππους
,
τύψον
δὲ
σχεδίην
μηδʼ
ἅζεο
θοῦρον
Ἄρηα
830
τοῦτον
μαινόμενον
,
τυκτὸν
κακόν
,
ἀλλοπρόσαλλον
,
ὃς
πρῴην
μὲν
ἐμοί
τε
καὶ
Ἥρῃ
στεῦτʼ
ἀγορεύων
Τρωσὶ
μαχήσεσθαι
,
ἀτὰρ
Ἀργείοισιν
ἀρήξειν
,
νῦν
δὲ
μετὰ
Τρώεσσιν
ὁμιλεῖ
,
τῶν
δὲ
λέλασται
.
ὣς
φαμένη
Σθένελον
μὲν
ἀφʼ
ἵππων
ὦσε
χαμᾶζε
,
835
χειρὶ
πάλιν
ἐρύσασʼ
,
ὃ
δʼ
ἄρʼ
ἐμμαπέως
ἀπόρουσεν
·
ἣ
δʼ
ἐς
δίφρον
ἔβαινε
παραὶ
Διομήδεα
δῖον
ἐμμεμαυῖα
θεά
·
μέγα
δʼ
ἔβραχε
φήγινος
ἄξων
βριθοσύνῃ
·
δεινὴν
γὰρ
ἄγεν
θεὸν
ἄνδρά
τʼ
ἄριστον
.
λάζετο
δὲ
μάστιγα
καὶ
ἡνία
Παλλὰς
Ἀθήνη
·
840
αὐτίκʼ
ἐπʼ
Ἄρηϊ
πρώτῳ
ἔχε
μώνυχας
ἵππους
.
ἤτοι
ὃ
μὲν
Περίφαντα
πελώριον
ἐξενάριζεν
Αἰτωλῶν
ὄχʼ
ἄριστον
Ὀχησίου
ἀγλαὸν
υἱόν
·
τὸν
μὲν
Ἄρης
ἐνάριζε
μιαιφόνος
·
αὐτὰρ
Ἀθήνη
δῦνʼ
Ἄϊδος
κυνέην
,
μή
μιν
ἴδοι
ὄβριμος
Ἄρης
.
845
ὡς
δὲ
ἴδε
βροτολοιγὸς
Ἄρης
Διομήδεα
δῖον
,
ἤτοι
ὃ
μὲν
Περίφαντα
πελώριον
αὐτόθʼ
ἔασε
κεῖσθαι
ὅθι
πρῶτον
κτείνων
ἐξαίνυτο
θυμόν
,
αὐτὰρ
ὃ
βῆ
ῥʼ
ἰθὺς
Διομήδεος
ἱπποδάμοιο
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
850
πρόσθεν
Ἄρης
ὠρέξαθʼ
ὑπὲρ
ζυγὸν
ἡνία
θʼ
ἵππων
ἔγχεϊ
χαλκείῳ
μεμαὼς
ἀπὸ
θυμὸν
ἑλέσθαι
·
καὶ
τό
γε
χειρὶ
λαβοῦσα
θεὰ
γλαυκῶπις
Ἀθήνη
ὦσεν
ὑπὲκ
δίφροιο
ἐτώσιον
ἀϊχθῆναι
.
δεύτερος
αὖθʼ
ὡρμᾶτο
βοὴν
ἀγαθὸς
Διομήδης
855
ἔγχεϊ
χαλκείῳ
·
ἐπέρεισε
δὲ
Παλλὰς
Ἀθήνη
νείατον
ἐς
κενεῶνα
ὅθι
ζωννύσκετο
μίτρῃ
·
τῇ
ῥά
μιν
οὖτα
τυχών
,
διὰ
δὲ
χρόα
καλὸν
ἔδαψεν
,
ἐκ
δὲ
δόρυ
σπάσεν
αὖτις
·
ὃ
δʼ
ἔβραχε
χάλκεος
Ἄρης
ὅσσόν
τʼ
ἐννεάχιλοι
ἐπίαχον
ἢ
δεκάχιλοι
860
ἀνέρες
ἐν
πολέμῳ
ἔριδα
ξυνάγοντες
Ἄρηος
.
τοὺς
δʼ
ἄρʼ
ὑπὸ
τρόμος
εἷλεν
Ἀχαιούς
τε
Τρῶάς
τε
δείσαντας
·
τόσον
ἔβραχʼ
Ἄρης
ἆτος
πολέμοιο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.