αἱ
δʼ
ὅτε
νηὸν
ἵκανον
Ἀθήνης
ἐν
πόλει
ἄκρῃ
,
τῇσι
θύρας
ὤϊξε
Θεανὼ
καλλιπάρῃος
Κισσηῒς
ἄλοχος
Ἀντήνορος
ἱπποδάμοιο
·
τὴν
γὰρ
Τρῶες
ἔθηκαν
Ἀθηναίης
ἱέρειαν
.
300
αἳ
δʼ
ὀλολυγῇ
πᾶσαι
Ἀθήνῃ
χεῖρας
ἀνέσχον
·
ἣ
δʼ
ἄρα
πέπλον
ἑλοῦσα
Θεανὼ
καλλιπάρῃος
θῆκεν
Ἀθηναίης
ἐπὶ
γούνασιν
ἠϋκόμοιο
,
εὐχομένη
δʼ
ἠρᾶτο
Διὸς
κούρῃ
μεγάλοιο
·
πότνιʼ
Ἀθηναίη
ἐρυσίπτολι
δῖα
θεάων
305
ἆξον
δὴ
ἔγχος
Διομήδεος
,
ἠδὲ
καὶ
αὐτὸν
πρηνέα
δὸς
πεσέειν
Σκαιῶν
προπάροιθε
πυλάων
,
ὄφρά
τοι
αὐτίκα
νῦν
δυοκαίδεκα
βοῦς
ἐνὶ
νηῷ
ἤνις
ἠκέστας
ἱερεύσομεν
,
αἴ
κʼ
ἐλεήσῃς
ἄστύ
τε
καὶ
Τρώων
ἀλόχους
καὶ
νήπια
τέκνα
.
310
ὣς
ἔφατʼ
εὐχομένη
,
ἀνένευε
δὲ
Παλλὰς
Ἀθήνη
.
ὣς
αἳ
μέν
ῥʼ
εὔχοντο
Διὸς
κούρῃ
μεγάλοιο
,
Ἕκτωρ
δὲ
πρὸς
δώματʼ
Ἀλεξάνδροιο
βεβήκει
καλά
,
τά
ῥʼ
αὐτὸς
ἔτευξε
σὺν
ἀνδράσιν
οἳ
τότʼ
ἄριστοι
ἦσαν
ἐνὶ
Τροίῃ
ἐριβώλακι
τέκτονες
ἄνδρες
,
315
οἵ
οἱ
ἐποίησαν
θάλαμον
καὶ
δῶμα
καὶ
αὐλὴν
ἐγγύθι
τε
Πριάμοιο
καὶ
Ἕκτορος
ἐν
πόλει
ἄκρῃ
.
ἔνθʼ
Ἕκτωρ
εἰσῆλθε
Διῒ
φίλος
,
ἐν
δʼ
ἄρα
χειρὶ
ἔγχος
ἔχʼ
ἑνδεκάπηχυ
·
πάροιθε
δὲ
λάμπετο
δουρὸς
αἰχμὴ
χαλκείη
,
περὶ
δὲ
χρύσεος
θέε
πόρκης
.
320
τὸν
δʼ
εὗρʼ
ἐν
θαλάμῳ
περικαλλέα
τεύχεʼ
ἕποντα
ἀσπίδα
καὶ
θώρηκα
,
καὶ
ἀγκύλα
τόξʼ
ἁφόωντα
·
Ἀργείη
δʼ
Ἑλένη
μετʼ
ἄρα
δμῳῇσι
γυναιξὶν
ἧστο
καὶ
ἀμφιπόλοισι
περικλυτὰ
ἔργα
κέλευε
.
τὸν
δʼ
Ἕκτωρ
νείκεσσεν
ἰδὼν
αἰσχροῖς
ἐπέεσσι
·
325
δαιμόνιʼ
οὐ
μὲν
καλὰ
χόλον
τόνδʼ
ἔνθεο
θυμῷ
,
λαοὶ
μὲν
φθινύθουσι
περὶ
πτόλιν
αἰπύ
τε
τεῖχος
μαρνάμενοι
·
σέο
δʼ
εἵνεκʼ
ἀϋτή
τε
πτόλεμός
τε
ἄστυ
τόδʼ
ἀμφιδέδηε
·
σὺ
δʼ
ἂν
μαχέσαιο
καὶ
ἄλλῳ
,
ὅν
τινά
που
μεθιέντα
ἴδοις
στυγεροῦ
πολέμοιο
.
330
ἀλλʼ
ἄνα
μὴ
τάχα
ἄστυ
πυρὸς
δηΐοιο
θέρηται
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.