Ἥρη
δʼ
εἰσεῖδε
χρυσόθρονος
ὀφθαλμοῖσι
στᾶσʼ
ἐξ
Οὐλύμποιο
ἀπὸ
ῥίου
·
αὐτίκα
δʼ
ἔγνω
τὸν
μὲν
ποιπνύοντα
μάχην
ἀνὰ
κυδιάνειραν
155
αὐτοκασίγνητον
καὶ
δαέρα
,
χαῖρε
δὲ
θυμῷ
·
Ζῆνα
δʼ
ἐπʼ
ἀκροτάτης
κορυφῆς
πολυπίδακος
Ἴδης
ἥμενον
εἰσεῖδε
,
στυγερὸς
δέ
οἱ
ἔπλετο
θυμῷ
.
μερμήριξε
δʼ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
ὅππως
ἐξαπάφοιτο
Διὸς
νόον
αἰγιόχοιο
·
160
ἥδε
δέ
οἱ
κατὰ
θυμὸν
ἀρίστη
φαίνετο
βουλὴ
ἐλθεῖν
εἰς
Ἴδην
εὖ
ἐντύνασαν
ἓ
αὐτήν
,
εἴ
πως
ἱμείραιτο
παραδραθέειν
φιλότητι
ᾗ
χροιῇ
,
τῷ
δʼ
ὕπνον
ἀπήμονά
τε
λιαρόν
τε
χεύῃ
ἐπὶ
βλεφάροισιν
ἰδὲ
φρεσὶ
πευκαλίμῃσι
.
165
βῆ
δʼ
ἴμεν
ἐς
θάλαμον
,
τόν
οἱ
φίλος
υἱὸς
ἔτευξεν
Ἥφαιστος
,
πυκινὰς
δὲ
θύρας
σταθμοῖσιν
ἐπῆρσε
κληῗδι
κρυπτῇ
,
τὴν
δʼ
οὐ
θεὸς
ἄλλος
ἀνῷγεν
·
ἔνθʼ
ἥ
γʼ
εἰσελθοῦσα
θύρας
ἐπέθηκε
φαεινάς
.
ἀμβροσίῃ
μὲν
πρῶτον
ἀπὸ
χροὸς
ἱμερόεντος
170
λύματα
πάντα
κάθηρεν
,
ἀλείψατο
δὲ
λίπʼ
ἐλαίῳ
ἀμβροσίῳ
ἑδανῷ
,
τό
ῥά
οἱ
τεθυωμένον
ἦεν
·
τοῦ
καὶ
κινυμένοιο
Διὸς
κατὰ
χαλκοβατὲς
δῶ
ἔμπης
ἐς
γαῖάν
τε
καὶ
οὐρανὸν
ἵκετʼ
ἀϋτμή
.
τῷ
ῥʼ
ἥ
γε
χρόα
καλὸν
ἀλειψαμένη
ἰδὲ
χαίτας
175
πεξαμένη
χερσὶ
πλοκάμους
ἔπλεξε
φαεινοὺς
καλοὺς
ἀμβροσίους
ἐκ
κράατος
ἀθανάτοιο
.
ἀμφὶ
δʼ
ἄρʼ
ἀμβρόσιον
ἑανὸν
ἕσαθʼ
,
ὅν
οἱ
Ἀθήνη
ἔξυσʼ
ἀσκήσασα
,
τίθει
δʼ
ἐνὶ
δαίδαλα
πολλά
·
χρυσείῃς
δʼ
ἐνετῇσι
κατὰ
στῆθος
περονᾶτο
.
180
ζώσατο
δὲ
ζώνῃ
ἑκατὸν
θυσάνοις
ἀραρυίῃ
,
ἐν
δʼ
ἄρα
ἕρματα
ἧκεν
ἐϋτρήτοισι
λοβοῖσι
τρίγληνα
μορόεντα
·
χάρις
δʼ
ἀπελάμπετο
πολλή
.
κρηδέμνῳ
δʼ
ἐφύπερθε
καλύψατο
δῖα
θεάων
καλῷ
νηγατέῳ
·
λευκὸν
δʼ
ἦν
ἠέλιος
ὥς
·
185
ποσσὶ
δʼ
ὑπὸ
λιπαροῖσιν
ἐδήσατο
καλὰ
πέδιλα
.
αὐτὰρ
ἐπεὶ
δὴ
πάντα
περὶ
χροῒ
θήκατο
κόσμον
βῆ
ῥʼ
ἴμεν
ἐκ
θαλάμοιο
,
καλεσσαμένη
δʼ
Ἀφροδίτην
τῶν
ἄλλων
ἀπάνευθε
θεῶν
πρὸς
μῦθον
ἔειπε
·
ἦ
ῥά
νύ
μοί
τι
πίθοιο
φίλον
τέκος
ὅττί
κεν
εἴπω
,
190
ἦέ
κεν
ἀρνήσαιο
κοτεσσαμένη
τό
γε
θυμῷ
,
οὕνεκʼ
ἐγὼ
Δαναοῖσι
,
σὺ
δὲ
Τρώεσσιν
ἀρήγεις
;
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
Διὸς
θυγάτηρ
Ἀφροδίτη
·
Ἥρη
πρέσβα
θεὰ
θύγατερ
μεγάλοιο
Κρόνοιο
αὔδα
ὅ
τι
φρονέεις
·
τελέσαι
δέ
με
θυμὸς
ἄνωγεν
,
195
εἰ
δύναμαι
τελέσαι
γε
καὶ
εἰ
τετελεσμένον
ἐστίν
.
τὴν
δὲ
δολοφρονέουσα
προσηύδα
πότνια
Ἥρη
·
δὸς
νῦν
μοι
φιλότητα
καὶ
ἵμερον
,
ᾧ
τε
σὺ
πάντας
δαμνᾷ
ἀθανάτους
ἠδὲ
θνητοὺς
ἀνθρώπους
.
εἶμι
γὰρ
ὀψομένη
πολυφόρβου
πείρατα
γαίης
,
200
Ὠκεανόν
τε
θεῶν
γένεσιν
καὶ
μητέρα
Τηθύν
,
οἵ
μʼ
ἐν
σφοῖσι
δόμοισιν
ἐῢ
τρέφον
ἠδʼ
ἀτίταλλον
δεξάμενοι
Ῥείας
,
ὅτε
τε
Κρόνον
εὐρύοπα
Ζεὺς
γαίης
νέρθε
καθεῖσε
καὶ
ἀτρυγέτοιο
θαλάσσης
·
τοὺς
εἶμʼ
ὀψομένη
,
καί
σφʼ
ἄκριτα
νείκεα
λύσω
·
205
ἤδη
γὰρ
δηρὸν
χρόνον
ἀλλήλων
ἀπέχονται
εὐνῆς
καὶ
φιλότητος
,
ἐπεὶ
χόλος
ἔμπεσε
θυμῷ
.
εἰ
κείνω
ἐπέεσσι
παραιπεπιθοῦσα
φίλον
κῆρ
εἰς
εὐνὴν
ἀνέσαιμι
ὁμωθῆναι
φιλότητι
,
αἰεί
κέ
σφι
φίλη
τε
καὶ
αἰδοίη
καλεοίμην
.
210
τὴν
δʼ
αὖτε
προσέειπε
φιλομειδὴς
Ἀφροδίτη
·
οὐκ
ἔστʼ
οὐδὲ
ἔοικε
τεὸν
ἔπος
ἀρνήσασθαι
·
Ζηνὸς
γὰρ
τοῦ
ἀρίστου
ἐν
ἀγκοίνῃσιν
ἰαύεις
.
ἦ
,
καὶ
ἀπὸ
στήθεσφιν
ἐλύσατο
κεστὸν
ἱμάντα
ποικίλον
,
ἔνθα
δέ
οἱ
θελκτήρια
πάντα
τέτυκτο
·
215
ἔνθʼ
ἔνι
μὲν
φιλότης
,
ἐν
δʼ
ἵμερος
,
ἐν
δʼ
ὀαριστὺς
πάρφασις
,
ἥ
τʼ
ἔκλεψε
νόον
πύκα
περ
φρονεόντων
.
τόν
ῥά
οἱ
ἔμβαλε
χερσὶν
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
τῆ
νῦν
τοῦτον
ἱμάντα
τεῷ
ἐγκάτθεο
κόλπῳ
ποικίλον
,
ᾧ
ἔνι
πάντα
τετεύχαται
·
οὐδέ
σέ
φημι
220
ἄπρηκτόν
γε
νέεσθαι
,
ὅ
τι
φρεσὶ
σῇσι
μενοινᾷς
.
ὣς
φάτο
,
μείδησεν
δὲ
βοῶπις
πότνια
Ἥρη
,
μειδήσασα
δʼ
ἔπειτα
ἑῷ
ἐγκάτθετο
κόλπῳ
.
ἣ
μὲν
ἔβη
πρὸς
δῶμα
Διὸς
θυγάτηρ
Ἀφροδίτη
,
Ἥρη
δʼ
ἀΐξασα
λίπεν
ῥίον
Οὐλύμποιο
,
225
Πιερίην
δʼ
ἐπιβᾶσα
καὶ
Ἠμαθίην
ἐρατεινὴν
σεύατʼ
ἐφʼ
ἱπποπόλων
Θρῃκῶν
ὄρεα
νιφόεντα
ἀκροτάτας
κορυφάς
·
οὐδὲ
χθόνα
μάρπτε
ποδοῖιν
·
ἐξ
Ἀθόω
δʼ
ἐπὶ
πόντον
ἐβήσετο
κυμαίνοντα
,
Λῆμνον
δʼ
εἰσαφίκανε
πόλιν
θείοιο
Θόαντος
.
230
ἔνθʼ
Ὕπνῳ
ξύμβλητο
κασιγνήτῳ
Θανάτοιο
,
ἔν
τʼ
ἄρα
οἱ
φῦ
χειρὶ
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζεν
·
Ὕπνε
ἄναξ
πάντων
τε
θεῶν
πάντων
τʼ
ἀνθρώπων
,
ἠμὲν
δή
ποτʼ
ἐμὸν
ἔπος
ἔκλυες
,
ἠδʼ
ἔτι
καὶ
νῦν
πείθευ
·
ἐγὼ
δέ
κέ
τοι
ἰδέω
χάριν
ἤματα
πάντα
.
235
κοίμησόν
μοι
Ζηνὸς
ὑπʼ
ὀφρύσιν
ὄσσε
φαεινὼ
αὐτίκʼ
ἐπεί
κεν
ἐγὼ
παραλέξομαι
ἐν
φιλότητι
.
δῶρα
δέ
τοι
δώσω
καλὸν
θρόνον
ἄφθιτον
αἰεὶ
χρύσεον
·
Ἥφαιστος
δέ
κʼ
ἐμὸς
πάϊς
ἀμφιγυήεις
τεύξειʼ
ἀσκήσας
,
ὑπὸ
δὲ
θρῆνυν
ποσὶν
ἥσει
,
240
τῷ
κεν
ἐπισχοίης
λιπαροὺς
πόδας
εἰλαπινάζων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.