ὣς
οἳ
μὲν
στενάχοντο
κατὰ
πτόλιν
·
αὐτὰρ
Ἀχαιοὶ
1
ἐπεὶ
δὴ
νῆάς
τε
καὶ
Ἑλλήσποντον
ἵκοντο
,
οἳ
μὲν
ἄρʼ
ἐσκίδναντο
ἑὴν
ἐπὶ
νῆα
ἕκαστος
,
Μυρμιδόνας
δʼ
οὐκ
εἴα
ἀποσκίδνασθαι
Ἀχιλλεύς
,
ἀλλʼ
ὅ
γε
οἷς
ἑτάροισι
φιλοπτολέμοισι
μετηύδα
·
5
Μυρμιδόνες
ταχύπωλοι
ἐμοὶ
ἐρίηρες
ἑταῖροι
μὴ
δή
πω
ὑπʼ
ὄχεσφι
λυώμεθα
μώνυχας
ἵππους
,
ἀλλʼ
αὐτοῖς
ἵπποισι
καὶ
ἅρμασιν
ἆσσον
ἰόντες
Πάτροκλον
κλαίωμεν
·
ὃ
γὰρ
γέρας
ἐστὶ
θανόντων
.
αὐτὰρ
ἐπεί
κʼ
ὀλοοῖο
τεταρπώμεσθα
γόοιο
,
10
ἵππους
λυσάμενοι
δορπήσομεν
ἐνθάδε
πάντες
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ᾤμωξαν
ἀολλέες
,
ἦρχε
δʼ
Ἀχιλλεύς
.
οἳ
δὲ
τρὶς
περὶ
νεκρὸν
ἐΰτριχας
ἤλασαν
ἵππους
μυρόμενοι
·
μετὰ
δέ
σφι
Θέτις
γόου
ἵμερον
ὦρσε
.
δεύοντο
ψάμαθοι
,
δεύοντο
δὲ
τεύχεα
φωτῶν
15
δάκρυσι
·
τοῖον
γὰρ
πόθεον
μήστωρα
φόβοιο
.
τοῖσι
δὲ
Πηλεΐδης
ἁδινοῦ
ἐξῆρχε
γόοιο
χεῖρας
ἐπʼ
ἀνδροφόνους
θέμενος
στήθεσσιν
ἑταίρου
·
χαῖρέ
μοι
ὦ
Πάτροκλε
καὶ
εἰν
Ἀΐδαο
δόμοισι
·
πάντα
γὰρ
ἤδη
τοι
τελέω
τὰ
πάροιθεν
ὑπέστην
20
Ἕκτορα
δεῦρʼ
ἐρύσας
δώσειν
κυσὶν
ὠμὰ
δάσασθαι
,
δώδεκα
δὲ
προπάροιθε
πυρῆς
ἀποδειροτομήσειν
Τρώων
ἀγλαὰ
τέκνα
σέθεν
κταμένοιο
χολωθείς
.
ἦ
ῥα
καὶ
Ἕκτορα
δῖον
ἀεικέα
μήδετο
ἔργα
πρηνέα
πὰρ
λεχέεσσι
Μενοιτιάδαο
τανύσσας
25
ἐν
κονίῃς
·
οἳ
δʼ
ἔντεʼ
ἀφωπλίζοντο
ἕκαστος
χάλκεα
μαρμαίροντα
,
λύον
δʼ
ὑψηχέας
ἵππους
,
κὰδ
δʼ
ἷζον
παρὰ
νηῒ
ποδώκεος
Αἰακίδαο
μυρίοι
·
αὐτὰρ
ὃ
τοῖσι
τάφον
μενοεικέα
δαίνυ
.
πολλοὶ
μὲν
βόες
ἀργοὶ
ὀρέχθεον
ἀμφὶ
σιδήρῳ
30
σφαζόμενοι
,
πολλοὶ
δʼ
ὄϊες
καὶ
μηκάδες
αἶγες
·
πολλοὶ
δʼ
ἀργιόδοντες
ὕες
θαλέθοντες
ἀλοιφῇ
εὑόμενοι
τανύοντο
διὰ
φλογὸς
Ἡφαίστοιο
·
πάντῃ
δʼ
ἀμφὶ
νέκυν
κοτυλήρυτον
ἔρρεεν
αἷμα
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.