ὣς
ἔφατʼ
,
ἔδεισεν
δʼ
ὃ
γέρων
καὶ
ἐπείθετο
μύθῳ
·
βῆ
δʼ
ἀκέων
παρὰ
θῖνα
πολυφλοίσβοιο
θαλάσσης
·
πολλὰ
δʼ
ἔπειτʼ
ἀπάνευθε
κιὼν
ἠρᾶθʼ
ὁ
γεραιὸς
35
Ἀπόλλωνι
ἄνακτι
,
τὸν
ἠΰκομος
τέκε
Λητώ
·
κλῦθί
μευ
ἀργυρότοξʼ
,
ὃς
Χρύσην
ἀμφιβέβηκας
Κίλλαν
τε
ζαθέην
Τενέδοιό
τε
ἶφι
ἀνάσσεις
,
Σμινθεῦ
εἴ
ποτέ
τοι
χαρίεντʼ
ἐπὶ
νηὸν
ἔρεψα
,
ἢ
εἰ
δή
ποτέ
τοι
κατὰ
πίονα
μηρίʼ
ἔκηα
40
ταύρων
ἠδʼ
αἰγῶν
,
τὸ
δέ
μοι
κρήηνον
ἐέλδωρ
·
τίσειαν
Δαναοὶ
ἐμὰ
δάκρυα
σοῖσι
βέλεσσιν
.
ὣς
ἔφατʼ
εὐχόμενος
,
τοῦ
δʼ
ἔκλυε
Φοῖβος
Ἀπόλλων
,
βῆ
δὲ
κατʼ
Οὐλύμποιο
καρήνων
χωόμενος
κῆρ
,
τόξʼ
ὤμοισιν
ἔχων
ἀμφηρεφέα
τε
φαρέτρην
·
45
ἔκλαγξαν
δʼ
ἄρʼ
ὀϊστοὶ
ἐπʼ
ὤμων
χωομένοιο
,
αὐτοῦ
κινηθέντος
·
ὃ
δʼ
ἤϊε
νυκτὶ
ἐοικώς
.
ἕζετʼ
ἔπειτʼ
ἀπάνευθε
νεῶν
,
μετὰ
δʼ
ἰὸν
ἕηκε
·
δεινὴ
δὲ
κλαγγὴ
γένετʼ
ἀργυρέοιο
βιοῖο
·
οὐρῆας
μὲν
πρῶτον
ἐπῴχετο
καὶ
κύνας
ἀργούς
,
50
αὐτὰρ
ἔπειτʼ
αὐτοῖσι
βέλος
ἐχεπευκὲς
ἐφιεὶς
βάλλʼ
·
αἰεὶ
δὲ
πυραὶ
νεκύων
καίοντο
θαμειαί
.
ἐννῆμαρ
μὲν
ἀνὰ
στρατὸν
ᾤχετο
κῆλα
θεοῖο
,
τῇ
δεκάτῃ
δʼ
ἀγορὴν
δὲ
καλέσσατο
λαὸν
Ἀχιλλεύς
·
τῷ
γὰρ
ἐπὶ
φρεσὶ
θῆκε
θεὰ
λευκώλενος
Ἥρη
·
55
κήδετο
γὰρ
Δαναῶν
,
ὅτι
ῥα
θνήσκοντας
ὁρᾶτο
.
οἳ
δʼ
ἐπεὶ
οὖν
ἤγερθεν
ὁμηγερέες
τε
γένοντο
,
τοῖσι
δʼ
ἀνιστάμενος
μετέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
Ἀτρεΐδη
νῦν
ἄμμε
παλιμπλαγχθέντας
ὀΐω
ἂψ
ἀπονοστήσειν
,
εἴ
κεν
θάνατόν
γε
φύγοιμεν
,
60
εἰ
δὴ
ὁμοῦ
πόλεμός
τε
δαμᾷ
καὶ
λοιμὸς
Ἀχαιούς
·
ἀλλʼ
ἄγε
δή
τινα
μάντιν
ἐρείομεν
ἢ
ἱερῆα
ἢ
καὶ
ὀνειροπόλον
,
καὶ
γάρ
τʼ
ὄναρ
ἐκ
Διός
ἐστιν
,
ὅς
κʼ
εἴποι
ὅ
τι
τόσσον
ἐχώσατο
Φοῖβος
Ἀπόλλων
,
εἴτʼ
ἄρʼ
ὅ
γʼ
εὐχωλῆς
ἐπιμέμφεται
ἠδʼ
ἑκατόμβης
,
65
αἴ
κέν
πως
ἀρνῶν
κνίσης
αἰγῶν
τε
τελείων
βούλεται
ἀντιάσας
ἡμῖν
ἀπὸ
λοιγὸν
ἀμῦναι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.