ἔνθʼ
αὖ
Τυδεΐδῃ
Διομήδεϊ
Παλλὰς
Ἀθήνη
1
δῶκε
μένος
καὶ
θάρσος
,
ἵνʼ
ἔκδηλος
μετὰ
πᾶσιν
Ἀργείοισι
γένοιτο
ἰδὲ
κλέος
ἐσθλὸν
ἄροιτο
·
δαῖέ
οἱ
ἐκ
κόρυθός
τε
καὶ
ἀσπίδος
ἀκάματον
πῦρ
ἀστέρʼ
ὀπωρινῷ
ἐναλίγκιον
,
ὅς
τε
μάλιστα
5
λαμπρὸν
παμφαίνῃσι
λελουμένος
ὠκεανοῖο
·
τοῖόν
οἱ
πῦρ
δαῖεν
ἀπὸ
κρατός
τε
καὶ
ὤμων
,
ὦρσε
δέ
μιν
κατὰ
μέσσον
ὅθι
πλεῖστοι
κλονέοντο
.
ἦν
δέ
τις
ἐν
Τρώεσσι
Δάρης
ἀφνειὸς
ἀμύμων
ἱρεὺς
Ἡφαίστοιο
·
δύω
δέ
οἱ
υἱέες
ἤστην
10
Φηγεὺς
Ἰδαῖός
τε
μάχης
εὖ
εἰδότε
πάσης
.
τώ
οἱ
ἀποκρινθέντε
ἐναντίω
ὁρμηθήτην
·
τὼ
μὲν
ἀφʼ
ἵπποιιν
,
ὃ
δʼ
ἀπὸ
χθονὸς
ὄρνυτο
πεζός
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
Φηγεύς
ῥα
πρότερος
προΐει
δολιχόσκιον
ἔγχος
·
15
Τυδεΐδεω
δʼ
ὑπὲρ
ὦμον
ἀριστερὸν
ἤλυθʼ
ἀκωκὴ
ἔγχεος
,
οὐδʼ
ἔβαλʼ
αὐτόν
·
ὃ
δʼ
ὕστερος
ὄρνυτο
χαλκῷ
Τυδεΐδης
·
τοῦ
δʼ
οὐχ
ἅλιον
βέλος
ἔκφυγε
χειρός
,
ἀλλʼ
ἔβαλε
στῆθος
μεταμάζιον
,
ὦσε
δʼ
ἀφʼ
ἵππων
.
Ἰδαῖος
δʼ
ἀπόρουσε
λιπὼν
περικαλλέα
δίφρον
,
20
οὐδʼ
ἔτλη
περιβῆναι
ἀδελφειοῦ
κταμένοιο
·
οὐδὲ
γὰρ
οὐδέ
κεν
αὐτὸς
ὑπέκφυγε
κῆρα
μέλαιναν
,
ἀλλʼ
Ἥφαιστος
ἔρυτο
,
σάωσε
δὲ
νυκτὶ
καλύψας
,
ὡς
δή
οἱ
μὴ
πάγχυ
γέρων
ἀκαχήμενος
εἴη
.
ἵππους
δʼ
ἐξελάσας
μεγαθύμου
Τυδέος
υἱὸς
25
δῶκεν
ἑταίροισιν
κατάγειν
κοίλας
ἐπὶ
νῆας
.
Τρῶες
δὲ
μεγάθυμοι
ἐπεὶ
ἴδον
υἷε
Δάρητος
τὸν
μὲν
ἀλευάμενον
,
τὸν
δὲ
κτάμενον
παρʼ
ὄχεσφι
,
πᾶσιν
ὀρίνθη
θυμός
·
ἀτὰρ
γλαυκῶπις
Ἀθήνη
χειρὸς
ἑλοῦσʼ
ἐπέεσσι
προσηύδα
θοῦρον
Ἄρηα
·
30
Ἆρες
Ἄρες
βροτολοιγὲ
μιαιφόνε
τειχεσιπλῆτα
οὐκ
ἂν
δὴ
Τρῶας
μὲν
ἐάσαιμεν
καὶ
Ἀχαιοὺς
μάρνασθʼ
,
ὁπποτέροισι
πατὴρ
Ζεὺς
κῦδος
ὀρέξῃ
,
νῶϊ
δὲ
χαζώμεσθα
,
Διὸς
δʼ
ἀλεώμεθα
μῆνιν
;
ὣς
εἰποῦσα
μάχης
ἐξήγαγε
θοῦρον
Ἄρηα
·
35
τὸν
μὲν
ἔπειτα
καθεῖσεν
ἐπʼ
ἠϊόεντι
Σκαμάνδρῳ
,
Τρῶας
δʼ
ἔκλιναν
Δαναοί
·
ἕλε
δʼ
ἄνδρα
ἕκαστος
ἡγεμόνων
·
πρῶτος
δὲ
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
ἀρχὸν
Ἁλιζώνων
Ὀδίον
μέγαν
ἔκβαλε
δίφρου
·
πρώτῳ
γὰρ
στρεφθέντι
μεταφρένῳ
ἐν
δόρυ
πῆξεν
40
ὤμων
μεσσηγύς
,
διὰ
δὲ
στήθεσφιν
ἔλασσε
,
δούπησεν
δὲ
πεσών
,
ἀράβησε
δὲ
τεύχεʼ
ἐπʼ
αὐτῷ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.