ἣ
μὲν
ἑὸν
φίλον
υἱὸν
ὑπεξέφερεν
πολέμοιο
·
οὐδʼ
υἱὸς
Καπανῆος
ἐλήθετο
συνθεσιάων
τάων
ἃς
ἐπέτελλε
βοὴν
ἀγαθὸς
Διομήδης
,
320
ἀλλʼ
ὅ
γε
τοὺς
μὲν
ἑοὺς
ἠρύκακε
μώνυχας
ἵππους
νόσφιν
ἀπὸ
φλοίσβου
ἐξ
ἄντυγος
ἡνία
τείνας
,
Αἰνείαο
δʼ
ἐπαΐξας
καλλίτριχας
ἵππους
ἐξέλασε
Τρώων
μετʼ
ἐϋκνήμιδας
Ἀχαιούς
.
δῶκε
δὲ
Δηϊπύλῳ
ἑτάρῳ
φίλῳ
,
ὃν
περὶ
πάσης
325
τῖεν
ὁμηλικίης
ὅτι
οἱ
φρεσὶν
ἄρτια
ᾔδη
,
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐλαυνέμεν
·
αὐτὰρ
ὅ
γʼ
ἥρως
ὧν
ἵππων
ἐπιβὰς
ἔλαβʼ
ἡνία
σιγαλόεντα
,
αἶψα
δὲ
Τυδεΐδην
μέθεπε
κρατερώνυχας
ἵππους
ἐμμεμαώς
·
ὃ
δὲ
Κύπριν
ἐπῴχετο
νηλέϊ
χαλκῷ
330
γιγνώσκων
ὅ
τʼ
ἄναλκις
ἔην
θεός
,
οὐδὲ
θεάων
τάων
αἵ
τʼ
ἀνδρῶν
πόλεμον
κάτα
κοιρανέουσιν
,
οὔτʼ
ἄρʼ
Ἀθηναίη
οὔτε
πτολίπορθος
Ἐνυώ
.
ἀλλʼ
ὅτε
δή
ῥʼ
ἐκίχανε
πολὺν
καθʼ
ὅμιλον
ὀπάζων
,
ἔνθʼ
ἐπορεξάμενος
μεγαθύμου
Τυδέος
υἱὸς
335
ἄκρην
οὔτασε
χεῖρα
μετάλμενος
ὀξέϊ
δουρὶ
ἀβληχρήν
·
εἶθαρ
δὲ
δόρυ
χροὸς
ἀντετόρησεν
ἀμβροσίου
διὰ
πέπλου
,
ὅν
οἱ
Χάριτες
κάμον
αὐταί
,
πρυμνὸν
ὕπερ
θέναρος
·
ῥέε
δʼ
ἄμβροτον
αἷμα
θεοῖο
ἰχώρ
,
οἷός
πέρ
τε
ῥέει
μακάρεσσι
θεοῖσιν
·
340
οὐ
γὰρ
σῖτον
ἔδουσʼ
,
οὐ
πίνουσʼ
αἴθοπα
οἶνον
,
τοὔνεκʼ
ἀναίμονές
εἰσι
καὶ
ἀθάνατοι
καλέονται
.
ἣ
δὲ
μέγα
ἰάχουσα
ἀπὸ
ἕο
κάββαλεν
υἱόν
·
καὶ
τὸν
μὲν
μετὰ
χερσὶν
ἐρύσατο
Φοῖβος
Ἀπόλλων
κυανέῃ
νεφέλῃ
,
μή
τις
Δαναῶν
ταχυπώλων
345
χαλκὸν
ἐνὶ
στήθεσσι
βαλὼν
ἐκ
θυμὸν
ἕλοιτο
·
τῇ
δʼ
ἐπὶ
μακρὸν
ἄϋσε
βοὴν
ἀγαθὸς
Διομήδης
·
εἶκε
Διὸς
θύγατερ
πολέμου
καὶ
δηϊοτῆτος
·
ἦ
οὐχ
ἅλις
ὅττι
γυναῖκας
ἀνάλκιδας
ἠπεροπεύεις
;
εἰ
δὲ
σύ
γʼ
ἐς
πόλεμον
πωλήσεαι
,
ἦ
τέ
σʼ
ὀΐω
350
ῥιγήσειν
πόλεμόν
γε
καὶ
εἴ
χʼ
ἑτέρωθι
πύθηαι
.
ὣς
ἔφαθʼ
,
ἣ
δʼ
ἀλύουσʼ
ἀπεβήσετο
,
τείρετο
δʼ
αἰνῶς
·
τὴν
μὲν
ἄρʼ
Ἶρις
ἑλοῦσα
ποδήνεμος
ἔξαγʼ
ὁμίλου
ἀχθομένην
ὀδύνῃσι
,
μελαίνετο
δὲ
χρόα
καλόν
.
εὗρεν
ἔπειτα
μάχης
ἐπʼ
ἀριστερὰ
θοῦρον
Ἄρηα
355
ἥμενον
·
ἠέρι
δʼ
ἔγχος
ἐκέκλιτο
καὶ
ταχέʼ
ἵππω
·
ἣ
δὲ
γνὺξ
ἐριποῦσα
κασιγνήτοιο
φίλοιο
πολλὰ
λισσομένη
χρυσάμπυκας
ᾔτεεν
ἵππους
·
φίλε
κασίγνητε
κόμισαί
τέ
με
δός
τέ
μοι
ἵππους
,
ὄφρʼ
ἐς
Ὄλυμπον
ἵκωμαι
ἵνʼ
ἀθανάτων
ἕδος
ἐστί
.
360
λίην
ἄχθομαι
ἕλκος
ὅ
με
βροτὸς
οὔτασεν
ἀνὴρ
Τυδεΐδης
,
ὃς
νῦν
γε
καὶ
ἂν
Διὶ
πατρὶ
μάχοιτο
.
ὣς
φάτο
,
τῇ
δʼ
ἄρʼ
Ἄρης
δῶκε
χρυσάμπυκας
ἵππους
·
ἣ
δʼ
ἐς
δίφρον
ἔβαινεν
ἀκηχεμένη
φίλον
ἦτορ
,
πὰρ
δέ
οἱ
Ἶρις
ἔβαινε
καὶ
ἡνία
λάζετο
χερσί
,
365
μάστιξεν
δʼ
ἐλάαν
,
τὼ
δʼ
οὐκ
ἀέκοντε
πετέσθην
.
αἶψα
δʼ
ἔπειθʼ
ἵκοντο
θεῶν
ἕδος
αἰπὺν
Ὄλυμπον
·
ἔνθʼ
ἵππους
ἔστησε
ποδήνεμος
ὠκέα
Ἶρις
λύσασʼ
ἐξ
ὀχέων
,
παρὰ
δʼ
ἀμβρόσιον
βάλεν
εἶδαρ
·
ἣ
δʼ
ἐν
γούνασι
πῖπτε
Διώνης
δῖʼ
Ἀφροδίτη
370
μητρὸς
ἑῆς
·
ἣ
δʼ
ἀγκὰς
ἐλάζετο
θυγατέρα
ἥν
,
χειρί
τέ
μιν
κατέρεξεν
ἔπος
τʼ
ἔφατʼ
ἐκ
τʼ
ὀνόμαζε
·
τίς
νύ
σε
τοιάδʼ
ἔρεξε
φίλον
τέκος
Οὐρανιώνων
μαψιδίως
,
ὡς
εἴ
τι
κακὸν
ῥέζουσαν
ἐνωπῇ
;
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
φιλομμειδὴς
Ἀφροδίτη
·
375
οὖτά
με
Τυδέος
υἱὸς
ὑπέρθυμος
Διομήδης
,
οὕνεκʼ
ἐγὼ
φίλον
υἱὸν
ὑπεξέφερον
πολέμοιο
Αἰνείαν
,
ὃς
ἐμοὶ
πάντων
πολὺ
φίλτατός
ἐστιν
.
οὐ
γὰρ
ἔτι
Τρώων
καὶ
Ἀχαιῶν
φύλοπις
αἰνή
,
ἀλλʼ
ἤδη
Δαναοί
γε
καὶ
ἀθανάτοισι
μάχονται
.
380
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
Διώνη
,
δῖα
θεάων
·
τέτλαθι
τέκνον
ἐμόν
,
καὶ
ἀνάσχεο
κηδομένη
περ
·
πολλοὶ
γὰρ
δὴ
τλῆμεν
Ὀλύμπια
δώματʼ
ἔχοντες
ἐξ
ἀνδρῶν
χαλέπʼ
ἄλγεʼ
ἐπʼ
ἀλλήλοισι
τιθέντες
.
τλῆ
μὲν
Ἄρης
ὅτε
μιν
Ὦτος
κρατερός
τʼ
Ἐφιάλτης
385
παῖδες
Ἀλωῆος
,
δῆσαν
κρατερῷ
ἐνὶ
δεσμῷ
·
χαλκέῳ
δʼ
ἐν
κεράμῳ
δέδετο
τρισκαίδεκα
μῆνας
·
καί
νύ
κεν
ἔνθʼ
ἀπόλοιτο
Ἄρης
ἆτος
πολέμοιο
,
εἰ
μὴ
μητρυιὴ
περικαλλὴς
Ἠερίβοια
Ἑρμέᾳ
ἐξήγγειλεν
·
ὃ
δʼ
ἐξέκλεψεν
Ἄρηα
390
ἤδη
τειρόμενον
,
χαλεπὸς
δέ
ἑ
δεσμὸς
ἐδάμνα
.
τλῆ
δʼ
Ἥρη
,
ὅτε
μιν
κρατερὸς
πάϊς
Ἀμφιτρύωνος
δεξιτερὸν
κατὰ
μαζὸν
ὀϊστῷ
τριγλώχινι
βεβλήκει
·
τότε
καί
μιν
ἀνήκεστον
λάβεν
ἄλγος
.
τλῆ
δʼ
Ἀΐδης
ἐν
τοῖσι
πελώριος
ὠκὺν
ὀϊστόν
,
395
εὖτέ
μιν
ωὐτὸς
ἀνὴρ
υἱὸς
Διὸς
αἰγιόχοιο
ἐν
Πύλῳ
ἐν
νεκύεσσι
βαλὼν
ὀδύνῃσιν
ἔδωκεν
·
αὐτὰρ
ὃ
βῆ
πρὸς
δῶμα
Διὸς
καὶ
μακρὸν
Ὄλυμπον
κῆρ
ἀχέων
ὀδύνῃσι
πεπαρμένος
·
αὐτὰρ
ὀϊστὸς
ὤμῳ
ἔνι
στιβαρῷ
ἠλήλατο
,
κῆδε
δὲ
θυμόν
.
400
τῷ
δʼ
ἐπὶ
Παιήων
ὀδυνήφατα
φάρμακα
πάσσων
ἠκέσατʼ
·
οὐ
μὲν
γάρ
τι
καταθνητός
γε
τέτυκτο
.
σχέτλιος
ὀβριμοεργὸς
ὃς
οὐκ
ὄθετʼ
αἴσυλα
ῥέζων
,
ὃς
τόξοισιν
ἔκηδε
θεοὺς
οἳ
Ὄλυμπον
ἔχουσι
.
σοὶ
δʼ
ἐπὶ
τοῦτον
ἀνῆκε
θεὰ
γλαυκῶπις
Ἀθήνη
·
405
νήπιος
,
οὐδὲ
τὸ
οἶδε
κατὰ
φρένα
Τυδέος
υἱὸς
ὅττι
μάλʼ
οὐ
δηναιὸς
ὃς
ἀθανάτοισι
μάχηται
,
οὐδέ
τί
μιν
παῖδες
ποτὶ
γούνασι
παππάζουσιν
ἐλθόντʼ
ἐκ
πολέμοιο
καὶ
αἰνῆς
δηϊοτῆτος
.
τὼ
νῦν
Τυδεΐδης
,
εἰ
καὶ
μάλα
καρτερός
ἐστι
,
410
φραζέσθω
μή
τίς
οἱ
ἀμείνων
σεῖο
μάχηται
,
μὴ
δὴν
Αἰγιάλεια
περίφρων
Ἀδρηστίνη
ἐξ
ὕπνου
γοόωσα
φίλους
οἰκῆας
ἐγείρῃ
κουρίδιον
ποθέουσα
πόσιν
τὸν
ἄριστον
Ἀχαιῶν
ἰφθίμη
ἄλοχος
Διομήδεος
ἱπποδάμοιο
.
415
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.