ἔνθα
μεσαιπόλιός
περ
ἐὼν
Δαναοῖσι
κελεύσας
Ἰδομενεὺς
Τρώεσσι
μετάλμενος
ἐν
φόβον
ὦρσε
.
πέφνε
γὰρ
Ὀθρυονῆα
Καβησόθεν
ἔνδον
ἐόντα
,
ὅς
ῥα
νέον
πολέμοιο
μετὰ
κλέος
εἰληλούθει
,
ᾔτεε
δὲ
Πριάμοιο
θυγατρῶν
εἶδος
ἀρίστην
365
Κασσάνδρην
ἀνάεδνον
,
ὑπέσχετο
δὲ
μέγα
ἔργον
,
ἐκ
Τροίης
ἀέκοντας
ἀπωσέμεν
υἷας
Ἀχαιῶν
.
τῷ
δʼ
ὁ
γέρων
Πρίαμος
ὑπό
τʼ
ἔσχετο
καὶ
κατένευσε
δωσέμεναι
·
ὃ
δὲ
μάρναθʼ
ὑποσχεσίῃσι
πιθήσας
.
Ἰδομενεὺς
δʼ
αὐτοῖο
τιτύσκετο
δουρὶ
φαεινῷ
,
370
καὶ
βάλεν
ὕψι
βιβάντα
τυχών
·
οὐδʼ
ἤρκεσε
θώρηξ
χάλκεος
,
ὃν
φορέεσκε
,
μέσῃ
δʼ
ἐν
γαστέρι
πῆξε
.
δούπησεν
δὲ
πεσών
·
ὃ
δʼ
ἐπεύξατο
φώνησέν
τε
·
Ὀθρυονεῦ
περὶ
δή
σε
βροτῶν
αἰνίζομʼ
ἁπάντων
εἰ
ἐτεὸν
δὴ
πάντα
τελευτήσεις
ὅσʼ
ὑπέστης
375
Δαρδανίδῃ
Πριάμῳ
·
ὃ
δʼ
ὑπέσχετο
θυγατέρα
ἥν
.
καί
κέ
τοι
ἡμεῖς
ταῦτά
γʼ
ὑποσχόμενοι
τελέσαιμεν
,
δοῖμεν
δʼ
Ἀτρεΐδαο
θυγατρῶν
εἶδος
ἀρίστην
Ἄργεος
ἐξαγαγόντες
ὀπυιέμεν
,
εἴ
κε
σὺν
ἄμμιν
Ἰλίου
ἐκπέρσῃς
εὖ
ναιόμενον
πτολίεθρον
.
380
ἀλλʼ
ἕπεʼ
,
ὄφρʼ
ἐπὶ
νηυσὶ
συνώμεθα
ποντοπόροισιν
ἀμφὶ
γάμῳ
,
ἐπεὶ
οὔ
τοι
ἐεδνωταὶ
κακοί
εἰμεν
.
ὣς
εἰπὼν
ποδὸς
ἕλκε
κατὰ
κρατερὴν
ὑσμίνην
ἥρως
Ἰδομενεύς
·
τῷ
δʼ
Ἄσιος
ἦλθʼ
ἐπαμύντωρ
πεζὸς
πρόσθʼ
ἵππων
·
τὼ
δὲ
πνείοντε
κατʼ
ὤμων
385
αἰὲν
ἔχʼ
ἡνίοχος
θεράπων
·
ὃ
δὲ
ἵετο
θυμῷ
Ἰδομενῆα
βαλεῖν
·
ὃ
δέ
μιν
φθάμενος
βάλε
δουρὶ
λαιμὸν
ὑπʼ
ἀνθερεῶνα
,
διὰ
πρὸ
δὲ
χαλκὸν
ἔλασσεν
.
ἤριπε
δʼ
ὡς
ὅτε
τις
δρῦς
ἤριπεν
ἢ
ἀχερωῒς
ἠὲ
πίτυς
βλωθρή
,
τήν
τʼ
οὔρεσι
τέκτονες
ἄνδρες
390
ἐξέταμον
πελέκεσσι
νεήκεσι
νήϊον
εἶναι
·
ὣς
ὃ
πρόσθʼ
ἵππων
καὶ
δίφρου
κεῖτο
τανυσθεὶς
βεβρυχὼς
κόνιος
δεδραγμένος
αἱματοέσσης
.
ἐκ
δέ
οἱ
ἡνίοχος
πλήγη
φρένας
ἃς
πάρος
εἶχεν
,
οὐδʼ
ὅ
γʼ
ἐτόλμησεν
δηΐων
ὑπὸ
χεῖρας
ἀλύξας
395
ἂψ
ἵππους
στρέψαι
,
τὸν
δʼ
Ἀντίλοχος
μενεχάρμης
δουρὶ
μέσον
περόνησε
τυχών
·
οὐδʼ
ἤρκεσε
θώρηξ
χάλκεος
ὃν
φορέεσκε
,
μέσῃ
δʼ
ἐν
γαστέρι
πῆξεν
.
αὐτὰρ
ὃ
ἀσθμαίνων
εὐεργέος
ἔκπεσε
δίφρου
,
ἵππους
δʼ
Ἀντίλοχος
μεγαθύμου
Νέστορος
υἱὸς
400
ἐξέλασε
Τρώων
μετʼ
ἐϋκνήμιδας
Ἀχαιούς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.