Αἴας
δὲ
Τρώεσσιν
ἐπάλμενος
εἷλε
Δόρυκλον
Πριαμίδην
νόθον
υἱόν
,
ἔπειτα
δὲ
Πάνδοκον
οὖτα
,
490
οὖτα
δὲ
Λύσανδρον
καὶ
Πύρασον
ἠδὲ
Πυλάρτην
.
ὡς
δʼ
ὁπότε
πλήθων
ποταμὸς
πεδίον
δὲ
κάτεισι
χειμάρρους
κατʼ
ὄρεσφιν
ὀπαζόμενος
Διὸς
ὄμβρῳ
,
πολλὰς
δὲ
δρῦς
ἀζαλέας
,
πολλὰς
δέ
τε
πεύκας
ἐσφέρεται
,
πολλὸν
δέ
τʼ
ἀφυσγετὸν
εἰς
ἅλα
βάλλει
,
495
ὣς
ἔφεπε
κλονέων
πεδίον
τότε
φαίδιμος
Αἴας
,
δαΐζων
ἵππους
τε
καὶ
ἀνέρας
·
οὐδέ
πω
Ἕκτωρ
πεύθετʼ
,
ἐπεί
ῥα
μάχης
ἐπʼ
ἀριστερὰ
μάρνατο
πάσης
ὄχθας
πὰρ
ποταμοῖο
Σκαμάνδρου
,
τῇ
ῥα
μάλιστα
ἀνδρῶν
πῖπτε
κάρηνα
,
βοὴ
δʼ
ἄσβεστος
ὀρώρει
500
Νέστορά
τʼ
ἀμφὶ
μέγαν
καὶ
ἀρήϊον
Ἰδομενῆα
.
Ἕκτωρ
μὲν
μετὰ
τοῖσιν
ὁμίλει
μέρμερα
ῥέζων
ἔγχεΐ
θʼ
ἱπποσύνῃ
τε
,
νέων
δʼ
ἀλάπαζε
φάλαγγας
·
οὐδʼ
ἄν
πω
χάζοντο
κελεύθου
δῖοι
Ἀχαιοὶ
εἰ
μὴ
Ἀλέξανδρος
Ἑλένης
πόσις
ἠϋκόμοιο
505
παῦσεν
ἀριστεύοντα
Μαχάονα
ποιμένα
λαῶν
,
ἰῷ
τριγλώχινι
βαλὼν
κατὰ
δεξιὸν
ὦμον
.
τῷ
ῥα
περίδεισαν
μένεα
πνείοντες
Ἀχαιοὶ
μή
πώς
μιν
πολέμοιο
μετακλινθέντος
ἕλοιεν
.
αὐτίκα
δʼ
Ἰδομενεὺς
προσεφώνεε
Νέστορα
δῖον
·
510
ὦ
Νέστορ
Νηληϊάδη
μέγα
κῦδος
Ἀχαιῶν
ἄγρει
σῶν
ὀχέων
ἐπιβήσεο
,
πὰρ
δὲ
Μαχάων
βαινέτω
,
ἐς
νῆας
δὲ
τάχιστʼ
ἔχε
μώνυχας
ἵππους
·
ἰητρὸς
γὰρ
ἀνὴρ
πολλῶν
ἀντάξιος
ἄλλων
ἰούς
τʼ
ἐκτάμνειν
ἐπί
τʼ
ἤπια
φάρμακα
πάσσειν
.
515
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
Γερήνιος
ἱππότα
Νέστωρ
.
αὐτίκα
δʼ
ὧν
ὀχέων
ἐπεβήσετο
,
πὰρ
δὲ
Μαχάων
βαῖνʼ
Ἀσκληπιοῦ
υἱὸς
ἀμύμονος
ἰητῆρος
·
μάστιξεν
δʼ
ἵππους
,
τὼ
δʼ
οὐκ
ἀέκοντε
πετέσθην
νῆας
ἔπι
γλαφυράς
·
τῇ
γὰρ
φίλον
ἔπλετο
θυμῷ
.
520
Κεβριόνης
δὲ
Τρῶας
ὀρινομένους
ἐνόησεν
Ἕκτορι
παρβεβαώς
,
καί
μιν
πρὸς
μῦθον
ἔειπεν
·
Ἕκτορ
νῶϊ
μὲν
ἐνθάδʼ
ὁμιλέομεν
Δαναοῖσιν
ἐσχατιῇ
πολέμοιο
δυσηχέος
·
οἳ
δὲ
δὴ
ἄλλοι
Τρῶες
ὀρίνονται
ἐπιμὶξ
ἵπποι
τε
καὶ
αὐτοί
.
525
Αἴας
δὲ
κλονέει
Τελαμώνιος
·
εὖ
δέ
μιν
ἔγνων
·
εὐρὺ
γὰρ
ἀμφʼ
ὤμοισιν
ἔχει
σάκος
·
ἀλλὰ
καὶ
ἡμεῖς
κεῖσʼ
ἵππους
τε
καὶ
ἅρμʼ
ἰθύνομεν
,
ἔνθα
μάλιστα
ἱππῆες
πεζοί
τε
κακὴν
ἔριδα
προβαλόντες
ἀλλήλους
ὀλέκουσι
,
βοὴ
δʼ
ἄσβεστος
ὄρωρεν
.
530
ὣς
ἄρα
φωνήσας
ἵμασεν
καλλίτριχας
ἵππους
μάστιγι
λιγυρῇ
·
τοὶ
δὲ
πληγῆς
ἀΐοντες
ῥίμφʼ
ἔφερον
θοὸν
ἅρμα
μετὰ
Τρῶας
καὶ
Ἀχαιοὺς
στείβοντες
νέκυάς
τε
καὶ
ἀσπίδας
·
αἵματι
δʼ
ἄξων
νέρθεν
ἅπας
πεπάλακτο
καὶ
ἄντυγες
αἳ
περὶ
δίφρον
,
535
ἃς
ἄρʼ
ἀφʼ
ἱππείων
ὁπλέων
ῥαθάμιγγες
ἔβαλλον
αἵ
τʼ
ἀπʼ
ἐπισσώτρων
.
ὃ
δὲ
ἵετο
δῦναι
ὅμιλον
ἀνδρόμεον
ῥῆξαί
τε
μετάλμενος
·
ἐν
δὲ
κυδοιμὸν
ἧκε
κακὸν
Δαναοῖσι
,
μίνυνθα
δὲ
χάζετο
δουρός
.
αὐτὰρ
ὃ
τῶν
ἄλλων
ἐπεπωλεῖτο
στίχας
ἀνδρῶν
540
ἔγχεΐ
τʼ
ἄορί
τε
μεγάλοισί
τε
χερμαδίοισιν
,
Αἴαντος
δʼ
ἀλέεινε
μάχην
Τελαμωνιάδαο
.
Ζεὺς
δὲ
πατὴρ
Αἴανθʼ
ὑψίζυγος
ἐν
φόβον
ὦρσε
·
στῆ
δὲ
ταφών
,
ὄπιθεν
δὲ
σάκος
βάλεν
ἑπταβόειον
,
545
τρέσσε
δὲ
παπτήνας
ἐφʼ
ὁμίλου
θηρὶ
ἐοικὼς
ἐντροπαλιζόμενος
ὀλίγον
γόνυ
γουνὸς
ἀμείβων
.
ὡς
δʼ
αἴθωνα
λέοντα
βοῶν
ἀπὸ
μεσσαύλοιο
ἐσσεύαντο
κύνες
τε
καὶ
ἀνέρες
ἀγροιῶται
,
οἵ
τέ
μιν
οὐκ
εἰῶσι
βοῶν
ἐκ
πῖαρ
ἑλέσθαι
550
πάννυχοι
ἐγρήσσοντες
·
ὃ
δὲ
κρειῶν
ἐρατίζων
ἰθύει
,
ἀλλʼ
οὔ
τι
πρήσσει
·
θαμέες
γὰρ
ἄκοντες
ἀντίον
ἀΐσσουσι
θρασειάων
ἀπὸ
χειρῶν
καιόμεναί
τε
δεταί
,
τάς
τε
τρεῖ
ἐσσύμενός
περ
·
ἠῶθεν
δʼ
ἀπὸ
νόσφιν
ἔβη
τετιηότι
θυμῷ
·
555
ὣς
Αἴας
τότʼ
ἀπὸ
Τρώων
τετιημένος
ἦτορ
ἤϊε
πόλλʼ
ἀέκων
·
περὶ
γὰρ
δίε
νηυσὶν
Ἀχαιῶν
.
ὡς
δʼ
ὅτʼ
ὄνος
παρʼ
ἄρουραν
ἰὼν
ἐβιήσατο
παῖδας
νωθής
,
ᾧ
δὴ
πολλὰ
περὶ
ῥόπαλʼ
ἀμφὶς
ἐάγῃ
,
κείρει
τʼ
εἰσελθὼν
βαθὺ
λήϊον
·
οἳ
δέ
τε
παῖδες
560
τύπτουσιν
ῥοπάλοισι
·
βίη
δέ
τε
νηπίη
αὐτῶν
·
σπουδῇ
τʼ
ἐξήλασσαν
,
ἐπεί
τʼ
ἐκορέσσατο
φορβῆς
·
ὣς
τότʼ
ἔπειτʼ
Αἴαντα
μέγαν
Τελαμώνιον
υἱὸν
Τρῶες
ὑπέρθυμοι
πολυηγερέες
τʼ
ἐπίκουροι
νύσσοντες
ξυστοῖσι
μέσον
σάκος
αἰὲν
ἕποντο
.
565
Αἴας
δʼ
ἄλλοτε
μὲν
μνησάσκετο
θούριδος
ἀλκῆς
αὖτις
ὑποστρεφθείς
,
καὶ
ἐρητύσασκε
φάλαγγας
Τρώων
ἱπποδάμων
·
ὁτὲ
δὲ
τρωπάσκετο
φεύγειν
.
πάντας
δὲ
προέεργε
θοὰς
ἐπὶ
νῆας
ὁδεύειν
,
αὐτὸς
δὲ
Τρώων
καὶ
Ἀχαιῶν
θῦνε
μεσηγὺ
570
ἱστάμενος
·
τὰ
δὲ
δοῦρα
θρασειάων
ἀπὸ
χειρῶν
ἄλλα
μὲν
ἐν
σάκεϊ
μεγάλῳ
πάγεν
ὄρμενα
πρόσσω
,
πολλὰ
δὲ
καὶ
μεσσηγύ
,
πάρος
χρόα
λευκὸν
ἐπαυρεῖν
,
ἐν
γαίῃ
ἵσταντο
λιλαιόμενα
χροὸς
ἆσαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.