Πάτροκλος
δʼ
ἐπεὶ
οὖν
πρώτας
ἐπέκερσε
φάλαγγας
,
ἂψ
ἐπὶ
νῆας
ἔεργε
παλιμπετές
,
οὐδὲ
πόληος
395
εἴα
ἱεμένους
ἐπιβαινέμεν
,
ἀλλὰ
μεσηγὺ
νηῶν
καὶ
ποταμοῦ
καὶ
τείχεος
ὑψηλοῖο
κτεῖνε
μεταΐσσων
,
πολέων
δʼ
ἀπετίνυτο
ποινήν
.
ἔνθʼ
ἤτοι
Πρόνοον
πρῶτον
βάλε
δουρὶ
φαεινῷ
στέρνον
γυμνωθέντα
παρʼ
ἀσπίδα
,
λῦσε
δὲ
γυῖα
·
400
δούπησεν
δὲ
πεσών
·
ὃ
δὲ
Θέστορα
Ἤνοπος
υἱὸν
δεύτερον
ὁρμηθείς
·
ὃ
μὲν
εὐξέστῳ
ἐνὶ
δίφρῳ
ἧστο
ἀλείς
·
ἐκ
γὰρ
πλήγη
φρένας
,
ἐκ
δʼ
ἄρα
χειρῶν
ἡνία
ἠΐχθησαν
·
ὃ
δʼ
ἔγχεϊ
νύξε
παραστὰς
γναθμὸν
δεξιτερόν
,
διὰ
δʼ
αὐτοῦ
πεῖρεν
ὀδόντων
,
405
ἕλκε
δὲ
δουρὸς
ἑλὼν
ὑπὲρ
ἄντυγος
,
ὡς
ὅτε
τις
φὼς
πέτρῃ
ἔπι
προβλῆτι
καθήμενος
ἱερὸν
ἰχθὺν
ἐκ
πόντοιο
θύραζε
λίνῳ
καὶ
ἤνοπι
χαλκῷ
·
ὣς
ἕλκʼ
ἐκ
δίφροιο
κεχηνότα
δουρὶ
φαεινῷ
,
κὰδ
δʼ
ἄρʼ
ἐπὶ
στόμʼ
ἔωσε
·
πεσόντα
δέ
μιν
λίπε
θυμός
.
410
αὐτὰρ
ἔπειτʼ
Ἐρύλαον
ἐπεσσύμενον
βάλε
πέτρῳ
μέσσην
κὰκ
κεφαλήν
·
ἣ
δʼ
ἄνδιχα
πᾶσα
κεάσθη
ἐν
κόρυθι
βριαρῇ
·
ὃ
δʼ
ἄρα
πρηνὴς
ἐπὶ
γαίῃ
κάππεσεν
,
ἀμφὶ
δέ
μιν
θάνατος
χύτο
θυμοραϊστής
.
αὐτὰρ
ἔπειτʼ
Ἐρύμαντα
καὶ
Ἀμφοτερὸν
καὶ
Ἐπάλτην
415
Τληπόλεμόν
τε
Δαμαστορίδην
Ἐχίον
τε
Πύριν
τε
Ἰφέα
τʼ
Εὔιππόν
τε
καὶ
Ἀργεάδην
Πολύμηλον
πάντας
ἐπασσυτέρους
πέλασε
χθονὶ
πουλυβοτείρῃ
.
Σαρπηδὼν
δʼ
ὡς
οὖν
ἴδʼ
ἀμιτροχίτωνας
ἑταίρους
χέρσʼ
ὕπο
Πατρόκλοιο
Μενοιτιάδαο
δαμέντας
,
420
κέκλετʼ
ἄρʼ
ἀντιθέοισι
καθαπτόμενος
Λυκίοισιν
·
αἰδὼς
ὦ
Λύκιοι
·
πόσε
φεύγετε
;
νῦν
θοοὶ
ἔστε
.
ἀντήσω
γὰρ
ἐγὼ
τοῦδʼ
ἀνέρος
,
ὄφρα
δαείω
ὅς
τις
ὅδε
κρατέει
καὶ
δὴ
κακὰ
πολλὰ
ἔοργε
Τρῶας
,
ἐπεὶ
πολλῶν
τε
καὶ
ἐσθλῶν
γούνατʼ
ἔλυσεν
.
425
ἦ
ῥα
,
καὶ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
.
Πάτροκλος
δʼ
ἑτέρωθεν
ἐπεὶ
ἴδεν
ἔκθορε
δίφρου
.
οἳ
δʼ
ὥς
τʼ
αἰγυπιοὶ
γαμψώνυχες
ἀγκυλοχεῖλαι
πέτρῃ
ἐφʼ
ὑψηλῇ
μεγάλα
κλάζοντε
μάχωνται
,
ὣς
οἳ
κεκλήγοντες
ἐπʼ
ἀλλήλοισιν
ὄρουσαν
.
430
τοὺς
δὲ
ἰδὼν
ἐλέησε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
,
Ἥρην
δὲ
προσέειπε
κασιγνήτην
ἄλοχόν
τε
·
ὤ
μοι
ἐγών
,
ὅ
τέ
μοι
Σαρπηδόνα
φίλτατον
ἀνδρῶν
μοῖρʼ
ὑπὸ
Πατρόκλοιο
Μενοιτιάδαο
δαμῆναι
.
διχθὰ
δέ
μοι
κραδίη
μέμονε
φρεσὶν
ὁρμαίνοντι
,
435
ἤ
μιν
ζωὸν
ἐόντα
μάχης
ἄπο
δακρυοέσσης
θείω
ἀναρπάξας
Λυκίης
ἐν
πίονι
δήμῳ
,
ἦ
ἤδη
ὑπὸ
χερσὶ
Μενοιτιάδαο
δαμάσσω
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
·
αἰνότατε
Κρονίδη
ποῖον
τὸν
μῦθον
ἔειπες
.
440
ἄνδρα
θνητὸν
ἐόντα
πάλαι
πεπρωμένον
αἴσῃ
ἂψ
ἐθέλεις
θανάτοιο
δυσηχέος
ἐξαναλῦσαι
;
ἔρδʼ
·
ἀτὰρ
οὔ
τοι
πάντες
ἐπαινέομεν
θεοὶ
ἄλλοι
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσιν
·
αἴ
κε
ζὼν
πέμψῃς
Σαρπηδόνα
ὃν
δὲ
δόμον
δέ
,
445
φράζεο
μή
τις
ἔπειτα
θεῶν
ἐθέλῃσι
καὶ
ἄλλος
πέμπειν
ὃν
φίλον
υἱὸν
ἀπὸ
κρατερῆς
ὑσμίνης
·
πολλοὶ
γὰρ
περὶ
ἄστυ
μέγα
Πριάμοιο
μάχονται
υἱέες
ἀθανάτων
,
τοῖσιν
κότον
αἰνὸν
ἐνήσεις
.
ἀλλʼ
εἴ
τοι
φίλος
ἐστί
,
τεὸν
δʼ
ὀλοφύρεται
ἦτορ
,
450
ἤτοι
μέν
μιν
ἔασον
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
χέρσʼ
ὕπο
Πατρόκλοιο
Μενοιτιάδαο
δαμῆναι
·
αὐτὰρ
ἐπὴν
δὴ
τόν
γε
λίπῃ
ψυχή
τε
καὶ
αἰών
,
πέμπειν
μιν
θάνατόν
τε
φέρειν
καὶ
νήδυμον
ὕπνον
εἰς
ὅ
κε
δὴ
Λυκίης
εὐρείης
δῆμον
ἵκωνται
,
455
ἔνθά
ἑ
ταρχύσουσι
κασίγνητοί
τε
ἔται
τε
τύμβῳ
τε
στήλῃ
τε
·
τὸ
γὰρ
γέρας
ἐστὶ
θανόντων
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
·
αἱματοέσσας
δὲ
ψιάδας
κατέχευεν
ἔραζε
παῖδα
φίλον
τιμῶν
,
τόν
οἱ
Πάτροκλος
ἔμελλε
460
φθίσειν
ἐν
Τροίῃ
ἐριβώλακι
τηλόθι
πάτρης
.
οἳ
δʼ
ὅτε
δὴ
σχεδὸν
ἦσαν
ἐπʼ
ἀλλήλοισιν
ἰόντες
,
ἔνθʼ
ἤτοι
Πάτροκλος
ἀγακλειτὸν
Θρασύμηλον
,
ὅς
ῥʼ
ἠῢς
θεράπων
Σαρπηδόνος
ἦεν
ἄνακτος
,
τὸν
βάλε
νείαιραν
κατὰ
γαστέρα
,
λῦσε
δὲ
γυῖα
.
465
Σαρπηδὼν
δʼ
αὐτοῦ
μὲν
ἀπήμβροτε
δουρὶ
φαεινῷ
δεύτερον
ὁρμηθείς
,
ὃ
δὲ
Πήδασον
οὔτασεν
ἵππον
ἔγχεϊ
δεξιὸν
ὦμον
·
ὃ
δʼ
ἔβραχε
θυμὸν
ἀΐσθων
,
κὰδ
δʼ
ἔπεσʼ
ἐν
κονίῃσι
μακών
,
ἀπὸ
δʼ
ἔπτατο
θυμός
.
τὼ
δὲ
διαστήτην
,
κρίκε
δὲ
ζυγόν
,
ἡνία
δέ
σφι
470
σύγχυτʼ
,
ἐπεὶ
δὴ
κεῖτο
παρήορος
ἐν
κονίῃσι
.
τοῖο
μὲν
Αὐτομέδων
δουρικλυτὸς
εὕρετο
τέκμωρ
·
σπασσάμενος
τανύηκες
ἄορ
παχέος
παρὰ
μηροῦ
ἀΐξας
ἀπέκοψε
παρήορον
οὐδʼ
ἐμάτησε
·
τὼ
δʼ
ἰθυνθήτην
,
ἐν
δὲ
ῥυτῆρσι
τάνυσθεν
·
475
τὼ
δʼ
αὖτις
συνίτην
ἔριδος
πέρι
θυμοβόροιο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.