ἔνθα
Πυλαιμένεα
ἑλέτην
ἀτάλαντον
Ἄρηϊ
ἀρχὸν
Παφλαγόνων
μεγαθύμων
ἀσπιστάων
.
τὸν
μὲν
ἄρʼ
Ἀτρεΐδης
δουρικλειτὸς
Μενέλαος
ἑσταότʼ
ἔγχεϊ
νύξε
κατὰ
κληῗδα
τυχήσας
·
Ἀντίλοχος
δὲ
Μύδωνα
βάλʼ
ἡνίοχον
θεράποντα
580
ἐσθλὸν
Ἀτυμνιάδην
·
ὃ
δʼ
ὑπέστρεφε
μώνυχας
ἵππους
·
χερμαδίῳ
ἀγκῶνα
τυχὼν
μέσον
·
ἐκ
δʼ
ἄρα
χειρῶν
ἡνία
λεύκʼ
ἐλέφαντι
χαμαὶ
πέσον
ἐν
κονίῃσιν
.
Ἀντίλοχος
δʼ
ἄρʼ
ἐπαΐξας
ξίφει
ἤλασε
κόρσην
·
αὐτὰρ
ὅ
γʼ
ἀσθμαίνων
εὐεργέος
ἔκπεσε
δίφρου
585
κύμβαχος
ἐν
κονίῃσιν
ἐπὶ
βρεχμόν
τε
καὶ
ὤμους
.
δηθὰ
μάλʼ
ἑστήκει
·
τύχε
γάρ
ῥʼ
ἀμάθοιο
βαθείης
·
ὄφρʼ
ἵππω
πλήξαντε
χαμαὶ
βάλον
ἐν
κονίῃσι
·
τοὺς
ἵμασʼ
Ἀντίλοχος
,
μετὰ
δὲ
στρατὸν
ἤλασʼ
Ἀχαιῶν
.
τοὺς
δʼ
Ἕκτωρ
ἐνόησε
κατὰ
στίχας
,
ὦρτο
δʼ
ἐπʼ
αὐτοὺς
590
κεκλήγων
·
ἅμα
δὲ
Τρώων
εἵποντο
φάλαγγες
καρτεραί
·
ἦρχε
δʼ
ἄρα
σφιν
Ἄρης
καὶ
πότνιʼ
Ἐνυώ
,
ἣ
μὲν
ἔχουσα
Κυδοιμὸν
ἀναιδέα
δηϊοτῆτος
,
Ἄρης
δʼ
ἐν
παλάμῃσι
πελώριον
ἔγχος
ἐνώμα
,
φοίτα
δʼ
ἄλλοτε
μὲν
πρόσθʼ
Ἕκτορος
,
ἄλλοτʼ
ὄπισθε
.
595
τὸν
δὲ
ἰδὼν
ῥίγησε
βοὴν
ἀγαθὸς
Διομήδης
·
ὡς
δʼ
ὅτʼ
ἀνὴρ
ἀπάλαμνος
ἰὼν
πολέος
πεδίοιο
στήῃ
ἐπʼ
ὠκυρόῳ
ποταμῷ
ἅλα
δὲ
προρέοντι
ἀφρῷ
μορμύροντα
ἰδών
,
ἀνά
τʼ
ἔδραμʼ
ὀπίσσω
,
ὣς
τότε
Τυδεΐδης
ἀνεχάζετο
,
εἶπέ
τε
λαῷ
·
600
ὦ
φίλοι
οἷον
δὴ
θαυμάζομεν
Ἕκτορα
δῖον
αἰχμητήν
τʼ
ἔμεναι
καὶ
θαρσαλέον
πολεμιστήν
·
τῷ
δʼ
αἰεὶ
πάρα
εἷς
γε
θεῶν
,
ὃς
λοιγὸν
ἀμύνει
·
καὶ
νῦν
οἱ
πάρα
κεῖνος
Ἄρης
βροτῷ
ἀνδρὶ
ἐοικώς
.
ἀλλὰ
πρὸς
Τρῶας
τετραμμένοι
αἰὲν
ὀπίσσω
605
εἴκετε
,
μηδὲ
θεοῖς
μενεαινέμεν
ἶφι
μάχεσθαι
.
ὣς
ἄρʼ
ἔφη
,
Τρῶες
δὲ
μάλα
σχεδὸν
ἤλυθον
αὐτῶν
.
ἔνθʼ
Ἕκτωρ
δύο
φῶτε
κατέκτανεν
εἰδότε
χάρμης
εἰν
ἑνὶ
δίφρῳ
ἐόντε
,
Μενέσθην
Ἀγχίαλόν
τε
.
τὼ
δὲ
πεσόντʼ
ἐλέησε
μέγας
Τελαμώνιος
Αἴας
·
610
στῆ
δὲ
μάλʼ
ἐγγὺς
ἰών
,
καὶ
ἀκόντισε
δουρὶ
φαεινῷ
,
καὶ
βάλεν
Ἄμφιον
Σελάγου
υἱόν
,
ὅς
ῥʼ
ἐνὶ
Παισῷ
ναῖε
πολυκτήμων
πολυλήϊος
·
ἀλλά
ἑ
μοῖρα
ἦγʼ
ἐπικουρήσοντα
μετὰ
Πρίαμόν
τε
καὶ
υἷας
.
τόν
ῥα
κατὰ
ζωστῆρα
βάλεν
Τελαμώνιος
Αἴας
,
615
νειαίρῃ
δʼ
ἐν
γαστρὶ
πάγη
δολιχόσκιον
ἔγχος
,
δούπησεν
δὲ
πεσών
·
ὃ
δʼ
ἐπέδραμε
φαίδιμος
Αἴας
τεύχεα
συλήσων
·
Τρῶες
δʼ
ἐπὶ
δούρατʼ
ἔχευαν
ὀξέα
παμφανόωντα
·
σάκος
δʼ
ἀνεδέξατο
πολλά
.
αὐτὰρ
ὃ
λὰξ
προσβὰς
ἐκ
νεκροῦ
χάλκεον
ἔγχος
620
ἐσπάσατʼ
·
οὐδʼ
ἄρʼ
ἔτʼ
ἄλλα
δυνήσατο
τεύχεα
καλὰ
ὤμοιιν
ἀφελέσθαι
·
ἐπείγετο
γὰρ
βελέεσσι
.
δεῖσε
δʼ
ὅ
γʼ
ἀμφίβασιν
κρατερὴν
Τρώων
ἀγερώχων
,
οἳ
πολλοί
τε
καὶ
ἐσθλοὶ
ἐφέστασαν
ἔγχεʼ
ἔχοντες
,
οἵ
ἑ
μέγαν
περ
ἐόντα
καὶ
ἴφθιμον
καὶ
ἀγαυὸν
625
ὦσαν
ἀπὸ
σφείων
·
ὃ
δὲ
χασσάμενος
πελεμίχθη
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.