τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
μὴ
δʼ
οὕτως
,
ἀγαθός
περ
ἐών
,
θεοείκελʼ
Ἀχιλλεῦ
155
νήστιας
ὄτρυνε
προτὶ
Ἴλιον
υἷας
Ἀχαιῶν
Τρωσὶ
μαχησομένους
,
ἐπεὶ
οὐκ
ὀλίγον
χρόνον
ἔσται
φύλοπις
,
εὖτʼ
ἂν
πρῶτον
ὁμιλήσωσι
φάλαγγες
ἀνδρῶν
,
ἐν
δὲ
θεὸς
πνεύσῃ
μένος
ἀμφοτέροισιν
.
ἀλλὰ
πάσασθαι
ἄνωχθι
θοῇς
ἐπὶ
νηυσὶν
Ἀχαιοὺς
160
σίτου
καὶ
οἴνοιο
·
τὸ
γὰρ
μένος
ἐστὶ
καὶ
ἀλκή
.
οὐ
γὰρ
ἀνὴρ
πρόπαν
ἦμαρ
ἐς
ἠέλιον
καταδύντα
ἄκμηνος
σίτοιο
δυνήσεται
ἄντα
μάχεσθαι
·
εἴ
περ
γὰρ
θυμῷ
γε
μενοινάᾳ
πολεμίζειν
,
ἀλλά
τε
λάθρῃ
γυῖα
βαρύνεται
,
ἠδὲ
κιχάνει
165
δίψά
τε
καὶ
λιμός
,
βλάβεται
δέ
τε
γούνατʼ
ἰόντι
.
ὃς
δέ
κʼ
ἀνὴρ
οἴνοιο
κορεσσάμενος
καὶ
ἐδωδῆς
ἀνδράσι
δυσμενέεσσι
πανημέριος
πολεμίζῃ
,
θαρσαλέον
νύ
οἱ
ἦτορ
ἐνὶ
φρεσίν
,
οὐδέ
τι
γυῖα
πρὶν
κάμνει
πρὶν
πάντας
ἐρωῆσαι
πολέμοιο
.
170
ἀλλʼ
ἄγε
λαὸν
μὲν
σκέδασον
καὶ
δεῖπνον
ἄνωχθι
ὅπλεσθαι
·
τὰ
δὲ
δῶρα
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
οἰσέτω
ἐς
μέσσην
ἀγορήν
,
ἵνα
πάντες
Ἀχαιοὶ
ὀφθαλμοῖσιν
ἴδωσι
,
σὺ
δὲ
φρεσὶ
σῇσιν
ἰανθῇς
.
ὀμνυέτω
δέ
τοι
ὅρκον
ἐν
Ἀργείοισιν
ἀναστὰς
175
μή
ποτε
τῆς
εὐνῆς
ἐπιβήμεναι
ἠδὲ
μιγῆναι
·
ἣ
θέμις
ἐστὶν
ἄναξ
ἤ
τʼ
ἀνδρῶν
ἤ
τε
γυναικῶν
·
καὶ
δὲ
σοὶ
αὐτῷ
θυμὸς
ἐνὶ
φρεσὶν
ἵλαος
ἔστω
.
αὐτὰρ
ἔπειτά
σε
δαιτὶ
ἐνὶ
κλισίῃς
ἀρεσάσθω
πιείρῃ
,
ἵνα
μή
τι
δίκης
ἐπιδευὲς
ἔχῃσθα
.
180
Ἀτρεΐδη
σὺ
δʼ
ἔπειτα
δικαιότερος
καὶ
ἐπʼ
ἄλλῳ
ἔσσεαι
.
οὐ
μὲν
γάρ
τι
νεμεσσητὸν
βασιλῆα
ἄνδρʼ
ἀπαρέσσασθαι
ὅτε
τις
πρότερος
χαλεπήνῃ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.