ὣς
φάτο
Πηλεΐδης
,
ποτὶ
δὲ
σκῆπτρον
βάλε
γαίῃ
245
χρυσείοις
ἥλοισι
πεπαρμένον
,
ἕζετο
δʼ
αὐτός
·
Ἀτρεΐδης
δʼ
ἑτέρωθεν
ἐμήνιε
·
τοῖσι
δὲ
Νέστωρ
ἡδυεπὴς
ἀνόρουσε
λιγὺς
Πυλίων
ἀγορητής
,
τοῦ
καὶ
ἀπὸ
γλώσσης
μέλιτος
γλυκίων
ῥέεν
αὐδή
·
τῷ
δʼ
ἤδη
δύο
μὲν
γενεαὶ
μερόπων
ἀνθρώπων
250
ἐφθίαθʼ
,
οἵ
οἱ
πρόσθεν
ἅμα
τράφεν
ἠδʼ
ἐγένοντο
ἐν
Πύλῳ
ἠγαθέῃ
,
μετὰ
δὲ
τριτάτοισιν
ἄνασσεν
·
ὅ
σφιν
ἐὺ
φρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
ὦ
πόποι
ἦ
μέγα
πένθος
Ἀχαιΐδα
γαῖαν
ἱκάνει
·
ἦ
κεν
γηθήσαι
Πρίαμος
Πριάμοιό
τε
παῖδες
255
ἄλλοι
τε
Τρῶες
μέγα
κεν
κεχαροίατο
θυμῷ
εἰ
σφῶϊν
τάδε
πάντα
πυθοίατο
μαρναμένοιϊν
,
οἳ
περὶ
μὲν
βουλὴν
Δαναῶν
,
περὶ
δʼ
ἐστὲ
μάχεσθαι
.
ἀλλὰ
πίθεσθʼ
·
ἄμφω
δὲ
νεωτέρω
ἐστὸν
ἐμεῖο
·
ἤδη
γάρ
ποτʼ
ἐγὼ
καὶ
ἀρείοσιν
ἠέ
περ
ὑμῖν
260
ἀνδράσιν
ὡμίλησα
,
καὶ
οὔ
ποτέ
μʼ
οἵ
γʼ
ἀθέριζον
.
οὐ
γάρ
πω
τοίους
ἴδον
ἀνέρας
οὐδὲ
ἴδωμαι
,
οἷον
Πειρίθοόν
τε
Δρύαντά
τε
ποιμένα
λαῶν
Καινέα
τʼ
Ἐξάδιόν
τε
καὶ
ἀντίθεον
Πολύφημον
Θησέα
τʼ
Αἰγεΐδην
,
ἐπιείκελον
ἀθανάτοισιν
·
265
κάρτιστοι
δὴ
κεῖνοι
ἐπιχθονίων
τράφεν
ἀνδρῶν
·
κάρτιστοι
μὲν
ἔσαν
καὶ
καρτίστοις
ἐμάχοντο
φηρσὶν
ὀρεσκῴοισι
καὶ
ἐκπάγλως
ἀπόλεσσαν
.
καὶ
μὲν
τοῖσιν
ἐγὼ
μεθομίλεον
ἐκ
Πύλου
ἐλθὼν
τηλόθεν
ἐξ
ἀπίης
γαίης
·
καλέσαντο
γὰρ
αὐτοί
·
270
καὶ
μαχόμην
κατʼ
ἔμʼ
αὐτὸν
ἐγώ
·
κείνοισι
δʼ
ἂν
οὔ
τις
τῶν
οἳ
νῦν
βροτοί
εἰσιν
ἐπιχθόνιοι
μαχέοιτο
·
καὶ
μέν
μευ
βουλέων
ξύνιεν
πείθοντό
τε
μύθῳ
·
ἀλλὰ
πίθεσθε
καὶ
ὔμμες
,
ἐπεὶ
πείθεσθαι
ἄμεινον
·
μήτε
σὺ
τόνδʼ
ἀγαθός
περ
ἐὼν
ἀποαίρεο
κούρην
,
275
ἀλλʼ
ἔα
ὥς
οἱ
πρῶτα
δόσαν
γέρας
υἷες
Ἀχαιῶν
·
μήτε
σὺ
Πηλείδη
ἔθελʼ
ἐριζέμεναι
βασιλῆϊ
ἀντιβίην
,
ἐπεὶ
οὔ
ποθʼ
ὁμοίης
ἔμμορε
τιμῆς
σκηπτοῦχος
βασιλεύς
,
ᾧ
τε
Ζεὺς
κῦδος
ἔδωκεν
.
εἰ
δὲ
σὺ
καρτερός
ἐσσι
θεὰ
δέ
σε
γείνατο
μήτηρ
,
280
ἀλλʼ
ὅ
γε
φέρτερός
ἐστιν
ἐπεὶ
πλεόνεσσιν
ἀνάσσει
.
Ἀτρεΐδη
σὺ
δὲ
παῦε
τεὸν
μένος
·
αὐτὰρ
ἔγωγε
λίσσομʼ
Ἀχιλλῆϊ
μεθέμεν
χόλον
,
ὃς
μέγα
πᾶσιν
ἕρκος
Ἀχαιοῖσιν
πέλεται
πολέμοιο
κακοῖο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.