ἦμος
δʼ
ἑωσφόρος
εἶσι
φόως
ἐρέων
ἐπὶ
γαῖαν
,
ὅν
τε
μέτα
κροκόπεπλος
ὑπεὶρ
ἅλα
κίδναται
ἠώς
,
τῆμος
πυρκαϊὴ
ἐμαραίνετο
,
παύσατο
δὲ
φλόξ
.
οἳ
δʼ
ἄνεμοι
πάλιν
αὖτις
ἔβαν
οἶκον
δὲ
νέεσθαι
Θρηΐκιον
κατὰ
πόντον
·
ὃ
δʼ
ἔστενεν
οἴδματι
θύων
.
230
Πηλεΐδης
δʼ
ἀπὸ
πυρκαϊῆς
ἑτέρωσε
λιασθεὶς
κλίνθη
κεκμηώς
,
ἐπὶ
δὲ
γλυκὺς
ὕπνος
ὄρουσεν
·
οἳ
δʼ
ἀμφʼ
Ἀτρεΐωνα
ἀολλέες
ἠγερέθοντο
·
τῶν
μιν
ἐπερχομένων
ὅμαδος
καὶ
δοῦπος
ἔγειρεν
,
ἕζετο
δʼ
ὀρθωθεὶς
καί
σφεας
πρὸς
μῦθον
ἔειπεν
·
235
Ἀτρεΐδη
τε
καὶ
ἄλλοι
ἀριστῆες
Παναχαιῶν
,
πρῶτον
μὲν
κατὰ
πυρκαϊὴν
σβέσατʼ
αἴθοπι
οἴνῳ
πᾶσαν
,
ὁπόσσον
ἐπέσχε
πυρὸς
μένος
·
αὐτὰρ
ἔπειτα
ὀστέα
Πατρόκλοιο
Μενοιτιάδαο
λέγωμεν
εὖ
διαγιγνώσκοντες
·
ἀριφραδέα
δὲ
τέτυκται
·
240
ἐν
μέσσῃ
γὰρ
ἔκειτο
πυρῇ
,
τοὶ
δʼ
ἄλλοι
ἄνευθεν
ἐσχατιῇ
καίοντʼ
ἐπιμὶξ
ἵπποι
τε
καὶ
ἄνδρες
.
καὶ
τὰ
μὲν
ἐν
χρυσέῃ
φιάλῃ
καὶ
δίπλακι
δημῷ
θείομεν
,
εἰς
ὅ
κεν
αὐτὸς
ἐγὼν
Ἄϊδι
κεύθωμαι
.
τύμβον
δʼ
οὐ
μάλα
πολλὸν
ἐγὼ
πονέεσθαι
ἄνωγα
,
245
ἀλλʼ
ἐπιεικέα
τοῖον
·
ἔπειτα
δὲ
καὶ
τὸν
Ἀχαιοὶ
εὐρύν
θʼ
ὑψηλόν
τε
τιθήμεναι
,
οἵ
κεν
ἐμεῖο
δεύτεροι
ἐν
νήεσσι
πολυκλήϊσι
λίπησθε
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἐπίθοντο
ποδώκεϊ
Πηλεΐωνι
.
πρῶτον
μὲν
κατὰ
πυρκαϊὴν
σβέσαν
αἴθοπι
οἴνῳ
250
ὅσσον
ἐπὶ
φλὸξ
ἦλθε
,
βαθεῖα
δὲ
κάππεσε
τέφρη
·
κλαίοντες
δʼ
ἑτάροιο
ἐνηέος
ὀστέα
λευκὰ
ἄλλεγον
ἐς
χρυσέην
φιάλην
καὶ
δίπλακα
δημόν
,
ἐν
κλισίῃσι
δὲ
θέντες
ἑανῷ
λιτὶ
κάλυψαν
·
τορνώσαντο
δὲ
σῆμα
θεμείλιά
τε
προβάλοντο
255
ἀμφὶ
πυρήν
·
εἶθαρ
δὲ
χυτὴν
ἐπὶ
γαῖαν
ἔχευαν
,
χεύαντες
δὲ
τὸ
σῆμα
πάλιν
κίον
.
αὐτὰρ
Ἀχιλλεὺς
αὐτοῦ
λαὸν
ἔρυκε
καὶ
ἵζανεν
εὐρὺν
ἀγῶνα
,
νηῶν
δʼ
ἔκφερʼ
ἄεθλα
λέβητάς
τε
τρίποδάς
τε
ἵππους
θʼ
ἡμιόνους
τε
βοῶν
τʼ
ἴφθιμα
κάρηνα
,
260
ἠδὲ
γυναῖκας
ἐϋζώνους
πολιόν
τε
σίδηρον
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.