Ἰδομενεὺς
δʼ
ἄρα
Φαῖστον
ἐνήρατο
Μῄονος
υἱὸν
Βώρου
,
ὃς
ἐκ
Τάρνης
ἐριβώλακος
εἰληλούθει
.
τὸν
μὲν
ἄρʼ
Ἰδομενεὺς
δουρικλυτὸς
ἔγχεϊ
μακρῷ
45
νύξʼ
ἵππων
ἐπιβησόμενον
κατὰ
δεξιὸν
ὦμον
·
ἤριπε
δʼ
ἐξ
ὀχέων
,
στυγερὸς
δʼ
ἄρα
μιν
σκότος
εἷλε
.
τὸν
μὲν
ἄρʼ
Ἰδομενῆος
ἐσύλευον
θεράποντες
·
υἱὸν
δὲ
Στροφίοιο
Σκαμάνδριον
αἵμονα
θήρης
Ἀτρεΐδης
Μενέλαος
ἕλʼ
ἔγχεϊ
ὀξυόεντι
50
ἐσθλὸν
θηρητῆρα
·
δίδαξε
γὰρ
Ἄρτεμις
αὐτὴ
βάλλειν
ἄγρια
πάντα
,
τά
τε
τρέφει
οὔρεσιν
ὕλη
·
ἀλλʼ
οὔ
οἱ
τότε
γε
χραῖσμʼ
Ἄρτεμις
ἰοχέαιρα
,
οὐδὲ
ἑκηβολίαι
ᾗσιν
τὸ
πρίν
γε
κέκαστο
·
ἀλλά
μιν
Ἀτρεΐδης
δουρικλειτὸς
Μενέλαος
55
πρόσθεν
ἕθεν
φεύγοντα
μετάφρενον
οὔτασε
δουρὶ
ὤμων
μεσσηγύς
,
διὰ
δὲ
στήθεσφιν
ἔλασσεν
,
ἤριπε
δὲ
πρηνής
,
ἀράβησε
δὲ
τεύχεʼ
ἐπʼ
αὐτῷ
.
Μηριόνης
δὲ
Φέρεκλον
ἐνήρατο
,
τέκτονος
υἱὸν
Ἁρμονίδεω
,
ὃς
χερσὶν
ἐπίστατο
δαίδαλα
πάντα
60
τεύχειν
·
ἔξοχα
γάρ
μιν
ἐφίλατο
Παλλὰς
Ἀθήνη
·
ὃς
καὶ
Ἀλεξάνδρῳ
τεκτήνατο
νῆας
ἐΐσας
ἀρχεκάκους
,
αἳ
πᾶσι
κακὸν
Τρώεσσι
γένοντο
οἷ
τʼ
αὐτῷ
,
ἐπεὶ
οὔ
τι
θεῶν
ἐκ
θέσφατα
ᾔδη
.
τὸν
μὲν
Μηριόνης
ὅτε
δὴ
κατέμαρπτε
διώκων
65
βεβλήκει
γλουτὸν
κατὰ
δεξιόν
·
ἣ
δὲ
διαπρὸ
ἀντικρὺ
κατὰ
κύστιν
ὑπʼ
ὀστέον
ἤλυθʼ
ἀκωκή
·
γνὺξ
δʼ
ἔριπʼ
οἰμώξας
,
θάνατος
δέ
μιν
ἀμφεκάλυψε
.
Πήδαιον
δʼ
ἄρʼ
ἔπεφνε
Μέγης
Ἀντήνορος
υἱὸν
ὅς
ῥα
νόθος
μὲν
ἔην
,
πύκα
δʼ
ἔτρεφε
δῖα
Θεανὼ
70
ἶσα
φίλοισι
τέκεσσι
χαριζομένη
πόσεϊ
ᾧ
.
τὸν
μὲν
Φυλεΐδης
δουρὶ
κλυτὸς
ἐγγύθεν
ἐλθὼν
βεβλήκει
κεφαλῆς
κατὰ
ἰνίον
ὀξέϊ
δουρί
·
ἀντικρὺ
δʼ
ἀνʼ
ὀδόντας
ὑπὸ
γλῶσσαν
τάμε
χαλκός
·
ἤριπε
δʼ
ἐν
κονίῃ
,
ψυχρὸν
δʼ
ἕλε
χαλκὸν
ὀδοῦσιν
.
75
Εὐρύπυλος
δʼ
Εὐαιμονίδης
Ὑψήνορα
δῖον
υἱὸν
ὑπερθύμου
Δολοπίονος
,
ὅς
ῥα
Σκαμάνδρου
ἀρητὴρ
ἐτέτυκτο
,
θεὸς
δʼ
ὣς
τίετο
δήμῳ
,
τὸν
μὲν
ἄρʼ
Εὐρύπυλος
,
Εὐαίμονος
ἀγλαὸς
υἱός
,
πρόσθεν
ἕθεν
φεύγοντα
μεταδρομάδην
ἔλασʼ
ὦμον
80
φασγάνῳ
ἀΐξας
,
ἀπὸ
δʼ
ἔξεσε
χεῖρα
βαρεῖαν
·
αἱματόεσσα
δὲ
χεὶρ
πεδίῳ
πέσε
·
τὸν
δὲ
κατʼ
ὄσσε
ἔλλαβε
πορφύρεος
θάνατος
καὶ
μοῖρα
κραταιή
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.