Τληπόλεμον
δʼ
ἑτέρωθεν
ἐϋκνήμιδες
Ἀχαιοὶ
ἐξέφερον
πολέμοιο
·
νόησε
δὲ
δῖος
Ὀδυσσεὺς
τλήμονα
θυμὸν
ἔχων
,
μαίμησε
δέ
οἱ
φίλον
ἦτορ
·
670
μερμήριξε
δʼ
ἔπειτα
κατὰ
φρένα
καὶ
κατὰ
θυμὸν
ἢ
προτέρω
Διὸς
υἱὸν
ἐριγδούποιο
διώκοι
,
ἦ
ὅ
γε
τῶν
πλεόνων
Λυκίων
ἀπὸ
θυμὸν
ἕλοιτο
.
οὐδʼ
ἄρʼ
Ὀδυσσῆϊ
μεγαλήτορι
μόρσιμον
ἦεν
ἴφθιμον
Διὸς
υἱὸν
ἀποκτάμεν
ὀξέϊ
χαλκῷ
·
675
τώ
ῥα
κατὰ
πληθὺν
Λυκίων
τράπε
θυμὸν
Ἀθήνη
.
ἔνθʼ
ὅ
γε
Κοίρανον
εἷλεν
Ἀλάστορά
τε
Χρομίον
τε
Ἄλκανδρόν
θʼ
Ἅλιόν
τε
Νοήμονά
τε
Πρύτανίν
τε
.
καί
νύ
κʼ
ἔτι
πλέονας
Λυκίων
κτάνε
δῖος
Ὀδυσσεὺς
εἰ
μὴ
ἄρʼ
ὀξὺ
νόησε
μέγας
κορυθαίολος
Ἕκτωρ
·
680
βῆ
δὲ
διὰ
προμάχων
κεκορυθμένος
αἴθοπι
χαλκῷ
δεῖμα
φέρων
Δαναοῖσι
·
χάρη
δʼ
ἄρα
οἱ
προσιόντι
Σαρπηδὼν
Διὸς
υἱός
,
ἔπος
δʼ
ὀλοφυδνὸν
ἔειπε
·
Πριαμίδη
,
μὴ
δή
με
ἕλωρ
Δαναοῖσιν
ἐάσῃς
κεῖσθαι
,
ἀλλʼ
ἐπάμυνον
·
ἔπειτά
με
καὶ
λίποι
αἰὼν
685
ἐν
πόλει
ὑμετέρῃ
,
ἐπεὶ
οὐκ
ἄρʼ
ἔμελλον
ἔγωγε
νοστήσας
οἶκον
δὲ
φίλην
ἐς
πατρίδα
γαῖαν
εὐφρανέειν
ἄλοχόν
τε
φίλην
καὶ
νήπιον
υἱόν
.
ὣς
φάτο
,
τὸν
δʼ
οὔ
τι
προσέφη
κορυθαίολος
Ἕκτωρ
,
ἀλλὰ
παρήϊξεν
λελιημένος
ὄφρα
τάχιστα
690
ὤσαιτʼ
Ἀργείους
,
πολέων
δʼ
ἀπὸ
θυμὸν
ἕλοιτο
.
οἳ
μὲν
ἄρʼ
ἀντίθεον
Σαρπηδόνα
δῖοι
ἑταῖροι
εἷσαν
ὑπʼ
αἰγιόχοιο
Διὸς
περικαλλέϊ
φηγῷ
·
ἐκ
δʼ
ἄρα
οἱ
μηροῦ
δόρυ
μείλινον
ὦσε
θύραζε
ἴφθιμος
Πελάγων
,
ὅς
οἱ
φίλος
ἦεν
ἑταῖρος
.
695
τὸν
δʼ
ἔλιπε
ψυχή
,
κατὰ
δʼ
ὀφθαλμῶν
κέχυτʼ
ἀχλύς
·
αὖτις
δʼ
ἐμπνύνθη
,
περὶ
δὲ
πνοιὴ
Βορέαο
ζώγρει
ἐπιπνείουσα
κακῶς
κεκαφηότα
θυμόν
.
Ἀργεῖοι
δʼ
ὑπʼ
Ἄρηϊ
καὶ
Ἕκτορι
χαλκοκορυστῇ
οὔτε
ποτὲ
προτρέποντο
μελαινάων
ἐπὶ
νηῶν
700
οὔτε
ποτʼ
ἀντεφέροντο
μάχῃ
,
ἀλλʼ
αἰὲν
ὀπίσσω
χάζονθʼ
,
ὡς
ἐπύθοντο
μετὰ
Τρώεσσιν
Ἄρηα
.
ἔνθα
τίνα
πρῶτον
τίνα
δʼ
ὕστατον
ἐξενάριξαν
Ἕκτωρ
τε
Πριάμοιο
πάϊς
καὶ
χάλκεος
Ἄρης
;
ἀντίθεον
Τεύθραντʼ
,
ἐπὶ
δὲ
πλήξιππον
Ὀρέστην
,
705
Τρῆχόν
τʼ
αἰχμητὴν
Αἰτώλιον
Οἰνόμαόν
τε
,
Οἰνοπίδην
θʼ
Ἕλενον
καὶ
Ὀρέσβιον
αἰολομίτρην
,
ὅς
ῥʼ
ἐν
Ὕλῃ
ναίεσκε
μέγα
πλούτοιο
μεμηλώς
,
λίμνῃ
κεκλιμένος
Κηφισίδι
·
πὰρ
δέ
οἱ
ἄλλοι
ναῖον
Βοιωτοὶ
μάλα
πίονα
δῆμον
ἔχοντες
.
710
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.