ἦ
ῥα
,
καὶ
ἀμπεπαλὼν
προΐει
δολιχόσκιον
ἔγχος
,
καὶ
βάλεν
Αἴαντος
δεινὸν
σάκος
ἑπταβόειον
245
ἀκρότατον
κατὰ
χαλκόν
,
ὃς
ὄγδοος
ἦεν
ἐπʼ
αὐτῷ
.
ἓξ
δὲ
διὰ
πτύχας
ἦλθε
δαΐζων
χαλκὸς
ἀτειρής
,
ἐν
τῇ
δʼ
ἑβδομάτῃ
ῥινῷ
σχέτο
·
δεύτερος
αὖτε
Αἴας
διογενὴς
προΐει
δολιχόσκιον
ἔγχος
,
καὶ
βάλε
Πριαμίδαο
κατʼ
ἀσπίδα
πάντοσʼ
ἐΐσην
.
250
διὰ
μὲν
ἀσπίδος
ἦλθε
φαεινῆς
ὄβριμον
ἔγχος
,
καὶ
διὰ
θώρηκος
πολυδαιδάλου
ἠρήρειστο
·
ἀντικρὺ
δὲ
παραὶ
λαπάρην
διάμησε
χιτῶνα
ἔγχος
·
ὃ
δʼ
ἐκλίνθη
καὶ
ἀλεύατο
κῆρα
μέλαιναν
.
τὼ
δʼ
ἐκσπασσαμένω
δολίχʼ
ἔγχεα
χερσὶν
ἅμʼ
ἄμφω
255
σύν
ῥʼ
ἔπεσον
λείουσιν
ἐοικότες
ὠμοφάγοισιν
ἢ
συσὶ
κάπροισιν
,
τῶν
τε
σθένος
οὐκ
ἀλαπαδνόν
.
Πριαμίδης
μὲν
ἔπειτα
μέσον
σάκος
οὔτασε
δουρί
,
οὐδʼ
ἔρρηξεν
χαλκός
,
ἀνεγνάμφθη
δέ
οἱ
αἰχμή
.
Αἴας
δʼ
ἀσπίδα
νύξεν
ἐπάλμενος
·
ἣ
δὲ
διαπρὸ
260
ἤλυθεν
ἐγχείη
,
στυφέλιξε
δέ
μιν
μεμαῶτα
,
τμήδην
δʼ
αὐχένʼ
ἐπῆλθε
,
μέλαν
δʼ
ἀνεκήκιεν
αἷμα
,
ἀλλʼ
οὐδʼ
ὧς
ἀπέληγε
μάχης
κορυθαίολος
Ἕκτωρ
,
ἀλλʼ
ἀναχασσάμενος
λίθον
εἵλετο
χειρὶ
παχείῃ
κείμενον
ἐν
πεδίῳ
μέλανα
τρηχύν
τε
μέγαν
τε
·
265
τῷ
βάλεν
Αἴαντος
δεινὸν
σάκος
ἑπταβόειον
μέσσον
ἐπομφάλιον
·
περιήχησεν
δʼ
ἄρα
χαλκός
.
δεύτερος
αὖτʼ
Αἴας
πολὺ
μείζονα
λᾶαν
ἀείρας
ἧκʼ
ἐπιδινήσας
,
ἐπέρεισε
δὲ
ἶνʼ
ἀπέλεθρον
,
εἴσω
δʼ
ἀσπίδʼ
ἔαξε
βαλὼν
μυλοειδέϊ
πέτρῳ
,
270
βλάψε
δέ
οἱ
φίλα
γούναθʼ
·
ὃ
δʼ
ὕπτιος
ἐξετανύσθη
ἀσπίδι
ἐγχριμφθείς
·
τὸν
δʼ
αἶψʼ
ὤρθωσεν
Ἀπόλλων
.
καί
νύ
κε
δὴ
ξιφέεσσʼ
αὐτοσχεδὸν
οὐτάζοντο
,
εἰ
μὴ
κήρυκες
Διὸς
ἄγγελοι
ἠδὲ
καὶ
ἀνδρῶν
ἦλθον
,
ὃ
μὲν
Τρώων
,
ὃ
δʼ
Ἀχαιῶν
χαλκοχιτώνων
,
275
Ταλθύβιός
τε
καὶ
Ἰδαῖος
πεπνυμένω
ἄμφω
·
μέσσῳ
δʼ
ἀμφοτέρων
σκῆπτρα
σχέθον
,
εἶπέ
τε
μῦθον
κῆρυξ
Ἰδαῖος
πεπνυμένα
μήδεα
εἰδώς
·
μηκέτι
παῖδε
φίλω
πολεμίζετε
μηδὲ
μάχεσθον
·
ἀμφοτέρω
γὰρ
σφῶϊ
φιλεῖ
νεφεληγερέτα
Ζεύς
,
280
ἄμφω
δʼ
αἰχμητά
·
τό
γε
δὴ
καὶ
ἴδμεν
ἅπαντες
.
νὺξ
δʼ
ἤδη
τελέθει
·
ἀγαθὸν
καὶ
νυκτὶ
πιθέσθαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.