Ἀμφίμαχον
μὲν
ἄρα
Στιχίος
δῖός
τε
Μενεσθεὺς
195
ἀρχοὶ
Ἀθηναίων
κόμισαν
μετὰ
λαὸν
Ἀχαιῶν
·
Ἴμβριον
αὖτʼ
Αἴαντε
μεμαότε
θούριδος
ἀλκῆς
ὥς
τε
δύʼ
αἶγα
λέοντε
κυνῶν
ὕπο
καρχαροδόντων
ἁρπάξαντε
φέρητον
ἀνὰ
ῥωπήϊα
πυκνὰ
ὑψοῦ
ὑπὲρ
γαίης
μετὰ
γαμφηλῇσιν
ἔχοντε
,
200
ὥς
ῥα
τὸν
ὑψοῦ
ἔχοντε
δύω
Αἴαντε
κορυστὰ
τεύχεα
συλήτην
·
κεφαλὴν
δʼ
ἁπαλῆς
ἀπὸ
δειρῆς
κόψεν
Ὀϊλιάδης
κεχολωμένος
Ἀμφιμάχοιο
,
ἧκε
δέ
μιν
σφαιρηδὸν
ἑλιξάμενος
διʼ
ὁμίλου
·
Ἕκτορι
δὲ
προπάροιθε
ποδῶν
πέσεν
ἐν
κονίῃσι
.
205
καὶ
τότε
δὴ
περὶ
κῆρι
Ποσειδάων
ἐχολώθη
υἱωνοῖο
πεσόντος
ἐν
αἰνῇ
δηϊοτῆτι
,
βῆ
δʼ
ἰέναι
παρά
τε
κλισίας
καὶ
νῆας
Ἀχαιῶν
ὀτρυνέων
Δαναούς
,
Τρώεσσι
δὲ
κήδεα
τεῦχεν
.
Ἰδομενεὺς
δʼ
ἄρα
οἱ
δουρικλυτὸς
ἀντεβόλησεν
210
ἐρχόμενος
παρʼ
ἑταίρου
,
ὅ
οἱ
νέον
ἐκ
πολέμοιο
ἦλθε
κατʼ
ἰγνύην
βεβλημένος
ὀξέϊ
χαλκῷ
.
τὸν
μὲν
ἑταῖροι
ἔνεικαν
,
ὃ
δʼ
ἰητροῖς
ἐπιτείλας
ἤϊεν
ἐς
κλισίην
·
ἔτι
γὰρ
πολέμοιο
μενοίνα
ἀντιάαν
·
τὸν
δὲ
προσέφη
κρείων
ἐνοσίχθων
215
εἰσάμενος
φθογγὴν
Ἀνδραίμονος
υἷϊ
Θόαντι
ὃς
πάσῃ
Πλευρῶνι
καὶ
αἰπεινῇ
Καλυδῶνι
Αἰτωλοῖσιν
ἄνασσε
,
θεὸς
δʼ
ὣς
τίετο
δήμῳ
·
Ἰδομενεῦ
Κρητῶν
βουληφόρε
ποῦ
τοι
ἀπειλαὶ
οἴχονται
,
τὰς
Τρωσὶν
ἀπείλεον
υἷες
Ἀχαιῶν
;
220
τὸν
δʼ
αὖτʼ
Ἰδομενεὺς
Κρητῶν
ἀγὸς
ἀντίον
ηὔδα
·
ὦ
Θόαν
οὔ
τις
ἀνὴρ
νῦν
γʼ
αἴτιος
,
ὅσσον
ἔγωγε
γιγνώσκω
·
πάντες
γὰρ
ἐπιστάμεθα
πτολεμίζειν
.
οὔτέ
τινα
δέος
ἴσχει
ἀκήριον
οὔτέ
τις
ὄκνῳ
εἴκων
ἀνδύεται
πόλεμον
κακόν
·
ἀλλά
που
οὕτω
225
μέλλει
δὴ
φίλον
εἶναι
ὑπερμενέϊ
Κρονίωνι
νωνύμνους
ἀπολέσθαι
ἀπʼ
Ἄργεος
ἐνθάδʼ
Ἀχαιούς
.
ἀλλὰ
Θόαν
,
καὶ
γὰρ
τὸ
πάρος
μενεδήϊος
ἦσθα
,
ὀτρύνεις
δὲ
καὶ
ἄλλον
ὅθι
μεθιέντα
ἴδηαι
·
τὼ
νῦν
μήτʼ
ἀπόληγε
κέλευέ
τε
φωτὶ
ἑκάστῳ
.
230
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Ποσειδάων
ἐνοσίχθων
·
Ἰδομενεῦ
μὴ
κεῖνος
ἀνὴρ
ἔτι
νοστήσειεν
ἐκ
Τροίης
,
ἀλλʼ
αὖθι
κυνῶν
μέλπηθρα
γένοιτο
,
ὅς
τις
ἐπʼ
ἤματι
τῷδε
ἑκὼν
μεθίῃσι
μάχεσθαι
.
ἀλλʼ
ἄγε
τεύχεα
δεῦρο
λαβὼν
ἴθι
·
ταῦτα
δʼ
ἅμα
χρὴ
235
σπεύδειν
,
αἴ
κʼ
ὄφελός
τι
γενώμεθα
καὶ
δύʼ
ἐόντε
.
συμφερτὴ
δʼ
ἀρετὴ
πέλει
ἀνδρῶν
καὶ
μάλα
λυγρῶν
,
νῶϊ
δὲ
καί
κʼ
ἀγαθοῖσιν
ἐπισταίμεσθα
μάχεσθαι
.
ὣς
εἰπὼν
ὃ
μὲν
αὖτις
ἔβη
θεὸς
ἂμ
πόνον
ἀνδρῶν
·
Ἰδομενεὺς
δʼ
ὅτε
δὴ
κλισίην
εὔτυκτον
ἵκανε
240
δύσετο
τεύχεα
καλὰ
περὶ
χροΐ
,
γέντο
δὲ
δοῦρε
,
βῆ
δʼ
ἴμεν
ἀστεροπῇ
ἐναλίγκιος
,
ἥν
τε
Κρονίων
χειρὶ
λαβὼν
ἐτίναξεν
ἀπʼ
αἰγλήεντος
Ὀλύμπου
δεικνὺς
σῆμα
βροτοῖσιν
·
ἀρίζηλοι
δέ
οἱ
αὐγαί
·
ὣς
τοῦ
χαλκὸς
ἔλαμπε
περὶ
στήθεσσι
θέοντος
.
245
Μηριόνης
δʼ
ἄρα
οἱ
θεράπων
ἐῢς
ἀντεβόλησεν
ἐγγὺς
ἔτι
κλισίης
·
μετὰ
γὰρ
δόρυ
χάλκεον
ᾔει
οἰσόμενος
·
τὸν
δὲ
προσέφη
σθένος
Ἰδομενῆος
·
Μηριόνη
Μόλου
υἱὲ
πόδας
ταχὺ
φίλταθʼ
ἑταίρων
τίπτʼ
ἦλθες
πόλεμόν
τε
λιπὼν
καὶ
δηϊοτῆτα
;
250
ἠέ
τι
βέβληαι
,
βέλεος
δέ
σε
τείρει
ἀκωκή
,
ἦέ
τευ
ἀγγελίης
μετʼ
ἔμʼ
ἤλυθες
;
οὐδέ
τοι
αὐτὸς
ἧσθαι
ἐνὶ
κλισίῃσι
λιλαίομαι
,
ἀλλὰ
μάχεσθαι
.
τὸν
δʼ
αὖ
Μηριόνης
πεπνυμένος
ἀντίον
ηὔδα
·
Ἰδομενεῦ
,
Κρητῶν
βουληφόρε
χαλκοχιτώνων
,
255
ἔρχομαι
εἴ
τί
τοι
ἔγχος
ἐνὶ
κλισίῃσι
λέλειπται
οἰσόμενος
·
τό
νυ
γὰρ
κατεάξαμεν
ὃ
πρὶν
ἔχεσκον
ἀσπίδα
Δηϊφόβοιο
βαλὼν
ὑπερηνορέοντος
.
τὸν
δʼ
αὖτʼ
Ἰδομενεὺς
Κρητῶν
ἀγὸς
ἀντίον
ηὔδα
·
δούρατα
δʼ
αἴ
κʼ
ἐθέλῃσθα
καὶ
ἓν
καὶ
εἴκοσι
δήεις
260
ἑσταότʼ
ἐν
κλισίῃ
πρὸς
ἐνώπια
παμφανόωντα
Τρώϊα
,
τὰ
κταμένων
ἀποαίνυμαι
·
οὐ
γὰρ
ὀΐω
ἀνδρῶν
δυσμενέων
ἑκὰς
ἱστάμενος
πολεμίζειν
.
τώ
μοι
δούρατά
τʼ
ἔστι
καὶ
ἀσπίδες
ὀμφαλόεσσαι
καὶ
κόρυθες
καὶ
θώρηκες
λαμπρὸν
γανόωντες
.
265
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.