Νέστορι
δὲ
ξύμβληντο
διοτρεφέες
βασιλῆες
πὰρ
νηῶν
ἀνιόντες
ὅσοι
βεβλήατο
χαλκῷ
Τυδεΐδης
Ὀδυσεύς
τε
καὶ
Ἀτρεΐδης
Ἀγαμέμνων
.
πολλὸν
γάρ
ῥʼ
ἀπάνευθε
μάχης
εἰρύατο
νῆες
30
θῖνʼ
ἔφʼ
ἁλὸς
πολιῆς
·
τὰς
γὰρ
πρώτας
πεδίον
δὲ
εἴρυσαν
,
αὐτὰρ
τεῖχος
ἐπὶ
πρύμνῃσιν
ἔδειμαν
.
οὐδὲ
γὰρ
οὐδʼ
εὐρύς
περ
ἐὼν
ἐδυνήσατο
πάσας
αἰγιαλὸς
νῆας
χαδέειν
,
στείνοντο
δὲ
λαοί
·
τώ
ῥα
προκρόσσας
ἔρυσαν
,
καὶ
πλῆσαν
ἁπάσης
35
ἠϊόνος
στόμα
μακρόν
,
ὅσον
συνεέργαθον
ἄκραι
.
τώ
ῥʼ
οἵ
γʼ
ὀψείοντες
ἀϋτῆς
καὶ
πολέμοιο
ἔγχει
ἐρειδόμενοι
κίον
ἀθρόοι
·
ἄχνυτο
δέ
σφι
θυμὸς
ἐνὶ
στήθεσσιν
.
ὃ
δὲ
ξύμβλητο
γεραιὸς
Νέστωρ
,
πτῆξε
δὲ
θυμὸν
ἐνὶ
στήθεσσιν
Ἀχαιῶν
.
40
τὸν
καὶ
φωνήσας
προσέφη
κρείων
Ἀγαμέμνων
·
ὦ
Νέστορ
Νηληϊάδη
μέγα
κῦδος
Ἀχαιῶν
τίπτε
λιπὼν
πόλεμον
φθισήνορα
δεῦρʼ
ἀφικάνεις
;
δείδω
μὴ
δή
μοι
τελέσῃ
ἔπος
ὄβριμος
Ἕκτωρ
,
ὥς
ποτʼ
ἐπηπείλησεν
ἐνὶ
Τρώεσσʼ
ἀγορεύων
45
μὴ
πρὶν
πὰρ
νηῶν
προτὶ
Ἴλιον
ἀπονέεσθαι
πρὶν
πυρὶ
νῆας
ἐνιπρῆσαι
,
κτεῖναι
δὲ
καὶ
αὐτούς
.
κεῖνος
τὼς
ἀγόρευε
·
τὰ
δὴ
νῦν
πάντα
τελεῖται
.
ὢ
πόποι
ἦ
ῥα
καὶ
ἄλλοι
ἐϋκνήμιδες
Ἀχαιοὶ
ἐν
θυμῷ
βάλλονται
ἐμοὶ
χόλον
ὥς
περ
Ἀχιλλεὺς
50
οὐδʼ
ἐθέλουσι
μάχεσθαι
ἐπὶ
πρυμνῇσι
νέεσσι
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
ἦ
δὴ
ταῦτά
γʼ
ἑτοῖμα
τετεύχαται
,
οὐδέ
κεν
ἄλλως
Ζεὺς
ὑψιβρεμέτης
αὐτὸς
παρατεκτήναιτο
.
τεῖχος
μὲν
γὰρ
δὴ
κατερήριπεν
,
ᾧ
ἐπέπιθμεν
55
ἄρρηκτον
νηῶν
τε
καὶ
αὐτῶν
εἶλαρ
ἔσεσθαι
·
οἳ
δʼ
ἐπὶ
νηυσὶ
θοῇσι
μάχην
ἀλίαστον
ἔχουσι
νωλεμές
·
οὐδʼ
ἂν
ἔτι
γνοίης
μάλα
περ
σκοπιάζων
ὁπποτέρωθεν
Ἀχαιοὶ
ὀρινόμενοι
κλονέονται
,
ὡς
ἐπιμὶξ
κτείνονται
,
ἀϋτὴ
δʼ
οὐρανὸν
ἵκει
.
60
ἡμεῖς
δὲ
φραζώμεθʼ
ὅπως
ἔσται
τάδε
ἔργα
εἴ
τι
νόος
ῥέξει
·
πόλεμον
δʼ
οὐκ
ἄμμε
κελεύω
δύμεναι
·
οὐ
γάρ
πως
βεβλημένον
ἐστὶ
μάχεσθαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.