ὦσαν
δὲ
πρότεροι
Τρῶες
ἑλίκωπας
Ἀχαιούς
·
βλῆτο
γὰρ
οὔ
τι
κάκιστος
ἀνὴρ
μετὰ
Μυρμιδόνεσσιν
570
υἱὸς
Ἀγακλῆος
μεγαθύμου
δῖος
Ἐπειγεύς
,
ὅς
ῥʼ
ἐν
Βουδείῳ
εὖ
ναιομένῳ
ἤνασσε
τὸ
πρίν
·
ἀτὰρ
τότε
γʼ
ἐσθλὸν
ἀνεψιὸν
ἐξεναρίξας
ἐς
Πηλῆʼ
ἱκέτευσε
καὶ
ἐς
Θέτιν
ἀργυρόπεζαν
·
οἳ
δʼ
ἅμʼ
Ἀχιλλῆϊ
ῥηξήνορι
πέμπον
ἕπεσθαι
575
Ἴλιον
εἰς
εὔπωλον
,
ἵνα
Τρώεσσι
μάχοιτο
.
τόν
ῥα
τόθʼ
ἁπτόμενον
νέκυος
βάλε
φαίδιμος
Ἕκτωρ
χερμαδίῳ
κεφαλήν
·
ἣ
δʼ
ἄνδιχα
πᾶσα
κεάσθη
ἐν
κόρυθι
βριαρῇ
·
ὃ
δʼ
ἄρα
πρηνὴς
ἐπὶ
νεκρῷ
κάππεσεν
,
ἀμφὶ
δέ
μιν
θάνατος
χύτο
θυμοραϊστής
.
580
Πατρόκλῳ
δʼ
ἄρʼ
ἄχος
γένετο
φθιμένου
ἑτάροιο
,
ἴθυσεν
δὲ
διὰ
προμάχων
ἴρηκι
ἐοικὼς
ὠκέϊ
,
ὅς
τʼ
ἐφόβησε
κολοιούς
τε
ψῆράς
τε
·
ὣς
ἰθὺς
Λυκίων
Πατρόκλεες
ἱπποκέλευθε
ἔσσυο
καὶ
Τρώων
,
κεχόλωσο
δὲ
κῆρ
ἑτάροιο
.
585
καί
ῥʼ
ἔβαλε
Σθενέλαον
Ἰθαιμένεος
φίλον
υἱὸν
αὐχένα
χερμαδίῳ
,
ῥῆξεν
δʼ
ἀπὸ
τοῖο
τένοντας
.
χώρησαν
δʼ
ὑπό
τε
πρόμαχοι
καὶ
φαίδιμος
Ἕκτωρ
.
ὅσση
δʼ
αἰγανέης
ῥιπὴ
ταναοῖο
τέτυκται
,
ἥν
ῥά
τʼ
ἀνὴρ
ἀφέῃ
πειρώμενος
ἢ
ἐν
ἀέθλῳ
590
ἠὲ
καὶ
ἐν
πολέμῳ
δηΐων
ὕπο
θυμοραϊστέων
,
τόσσον
ἐχώρησαν
Τρῶες
,
ὤσαντο
δʼ
Ἀχαιοί
.
Γλαῦκος
δὲ
πρῶτος
Λυκίων
ἀγὸς
ἀσπιστάων
ἐτράπετʼ
,
ἔκτεινεν
δὲ
Βαθυκλῆα
μεγάθυμον
Χάλκωνος
φίλον
υἱόν
,
ὃς
Ἑλλάδι
οἰκία
ναίων
595
ὄλβῳ
τε
πλούτῳ
τε
μετέπρεπε
Μυρμιδόνεσσι
.
τὸν
μὲν
ἄρα
Γλαῦκος
στῆθος
μέσον
οὔτασε
δουρὶ
στρεφθεὶς
ἐξαπίνης
,
ὅτε
μιν
κατέμαρπτε
διώκων
·
δούπησεν
δὲ
πεσών
·
πυκινὸν
δʼ
ἄχος
ἔλλαβʼ
Ἀχαιούς
,
ὡς
ἔπεσʼ
ἐσθλὸς
ἀνήρ
·
μέγα
δὲ
Τρῶες
κεχάροντο
,
600
στὰν
δʼ
ἀμφʼ
αὐτὸν
ἰόντες
ἀολλέες
·
οὐδʼ
ἄρʼ
Ἀχαιοὶ
ἀλκῆς
ἐξελάθοντο
,
μένος
δʼ
ἰθὺς
φέρον
αὐτῶν
.
ἔνθʼ
αὖ
Μηριόνης
Τρώων
ἕλεν
ἄνδρα
κορυστὴν
Λαόγονον
θρασὺν
υἱὸν
Ὀνήτορος
,
ὃς
Διὸς
ἱρεὺς
Ἰδαίου
ἐτέτυκτο
,
θεὸς
δʼ
ὣς
τίετο
δήμῳ
.
605
τὸν
βάλʼ
ὑπὸ
γναθμοῖο
καὶ
οὔατος
·
ὦκα
δὲ
θυμὸς
ᾤχετʼ
ἀπὸ
μελέων
,
στυγερὸς
δʼ
ἄρα
μιν
σκότος
εἷλεν
.
Αἰνείας
δʼ
ἐπὶ
Μηριόνῃ
δόρυ
χάλκεον
ἧκεν
·
ἔλπετο
γὰρ
τεύξεσθαι
ὑπασπίδια
προβιβῶντος
.
ἀλλʼ
ὃ
μὲν
ἄντα
ἰδὼν
ἠλεύατο
χάλκεον
ἔγχος
·
610
πρόσσω
γὰρ
κατέκυψε
,
τὸ
δʼ
ἐξόπιθεν
δόρυ
μακρὸν
οὔδει
ἐνισκίμφθη
,
ἐπὶ
δʼ
οὐρίαχος
πελεμίχθη
ἔγχεος
·
ἔνθα
δʼ
ἔπειτʼ
ἀφίει
μένος
ὄβριμος
Ἄρης
.
αἰχμὴ
δʼ
Αἰνείαο
κραδαινομένη
κατὰ
γαίης
ᾤχετʼ
,
ἐπεί
ῥʼ
ἅλιον
στιβαρῆς
ἀπὸ
χειρὸς
ὄρουσεν
.
615
Αἰνείας
δʼ
ἄρα
θυμὸν
ἐχώσατο
φώνησέν
τε
·
Μηριόνη
τάχα
κέν
σε
καὶ
ὀρχηστήν
περ
ἐόντα
ἔγχος
ἐμὸν
κατέπαυσε
διαμπερές
,
εἴ
σʼ
ἔβαλόν
περ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.