τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
κορυθαίολος
Ἕκτωρ
·
Πουλυδάμα
σὺ
μὲν
οὐκέτʼ
ἐμοὶ
φίλα
ταῦτʼ
ἀγορεύεις
,
285
ὃς
κέλεαι
κατὰ
ἄστυ
ἀλήμεναι
αὖτις
ἰόντας
.
ἦ
οὔ
πω
κεκόρησθε
ἐελμένοι
ἔνδοθι
πύργων
;
πρὶν
μὲν
γὰρ
Πριάμοιο
πόλιν
μέροπες
ἄνθρωποι
πάντες
μυθέσκοντο
πολύχρυσον
πολύχαλκον
·
νῦν
δὲ
δὴ
ἐξαπόλωλε
δόμων
κειμήλια
καλά
,
290
πολλὰ
δὲ
δὴ
Φρυγίην
καὶ
Μῃονίην
ἐρατεινὴν
κτήματα
περνάμενʼ
ἵκει
,
ἐπεὶ
μέγας
ὠδύσατο
Ζεύς
.
νῦν
δʼ
ὅτε
πέρ
μοι
ἔδωκε
Κρόνου
πάϊς
ἀγκυλομήτεω
κῦδος
ἀρέσθʼ
ἐπὶ
νηυσί
,
θαλάσσῃ
τʼ
ἔλσαι
Ἀχαιούς
,
νήπιε
μηκέτι
ταῦτα
νοήματα
φαῖνʼ
ἐνὶ
δήμῳ
·
295
οὐ
γάρ
τις
Τρώων
ἐπιπείσεται
·
οὐ
γὰρ
ἐάσω
.
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼ
εἴπω
,
πειθώμεθα
πάντες
.
νῦν
μὲν
δόρπον
ἕλεσθε
κατὰ
στρατὸν
ἐν
τελέεσσι
,
καὶ
φυλακῆς
μνήσασθε
,
καὶ
ἐγρήγορθε
ἕκαστος
·
Τρώων
δʼ
ὃς
κτεάτεσσιν
ὑπερφιάλως
ἀνιάζει
,
300
συλλέξας
λαοῖσι
δότω
καταδημοβορῆσαι
·
τῶν
τινὰ
βέλτερόν
ἐστιν
ἐπαυρέμεν
ἤ
περ
Ἀχαιούς
.
πρῶϊ
δʼ
ὑπηοῖοι
σὺν
τεύχεσι
θωρηχθέντες
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐγείρομεν
ὀξὺν
Ἄρηα
.
εἰ
δʼ
ἐτεὸν
παρὰ
ναῦφιν
ἀνέστη
δῖος
Ἀχιλλεύς
,
305
ἄλγιον
αἴ
κʼ
ἐθέλῃσι
τῷ
ἔσσεται
·
οὔ
μιν
ἔγωγε
φεύξομαι
ἐκ
πολέμοιο
δυσηχέος
,
ἀλλὰ
μάλʼ
ἄντην
στήσομαι
,
ἤ
κε
φέρῃσι
μέγα
κράτος
,
ἦ
κε
φεροίμην
.
ξυνὸς
Ἐνυάλιος
,
καί
τε
κτανέοντα
κατέκτα
.
ὣς
Ἕκτωρ
ἀγόρευʼ
,
ἐπὶ
δὲ
Τρῶες
κελάδησαν
310
νήπιοι
·
ἐκ
γάρ
σφεων
φρένας
εἵλετο
Παλλὰς
Ἀθήνη
.
Ἕκτορι
μὲν
γὰρ
ἐπῄνησαν
κακὰ
μητιόωντι
,
Πουλυδάμαντι
δʼ
ἄρʼ
οὔ
τις
ὃς
ἐσθλὴν
φράζετο
βουλήν
.
δόρπον
ἔπειθʼ
εἵλοντο
κατὰ
στρατόν
·
αὐτὰρ
Ἀχαιοὶ
παννύχιοι
Πάτροκλον
ἀνεστενάχοντο
γοῶντες
.
315
τοῖσι
δὲ
Πηλεΐδης
ἁδινοῦ
ἐξῆρχε
γόοιο
χεῖρας
ἐπʼ
ἀνδροφόνους
θέμενος
στήθεσσιν
ἑταίρου
πυκνὰ
μάλα
στενάχων
ὥς
τε
λὶς
ἠϋγένειος
,
ᾧ
ῥά
θʼ
ὑπὸ
σκύμνους
ἐλαφηβόλος
ἁρπάσῃ
ἀνὴρ
ὕλης
ἐκ
πυκινῆς
·
ὃ
δέ
τʼ
ἄχνυται
ὕστερος
ἐλθών
,
320
πολλὰ
δέ
τʼ
ἄγκεʼ
ἐπῆλθε
μετʼ
ἀνέρος
ἴχνιʼ
ἐρευνῶν
εἴ
ποθεν
ἐξεύροι
·
μάλα
γὰρ
δριμὺς
χόλος
αἱρεῖ
·
ὣς
ὃ
βαρὺ
στενάχων
μετεφώνεε
Μυρμιδόνεσσιν
·
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.