τόφρα
μάλʼ
ἀμφοτέρων
βέλεʼ
ἥπτετο
,
πῖπτε
δὲ
λαός
·
85
ἦμος
δὲ
δρυτόμος
περ
ἀνὴρ
ὁπλίσσατο
δεῖπνον
οὔρεος
ἐν
βήσσῃσιν
,
ἐπεί
τʼ
ἐκορέσσατο
χεῖρας
τάμνων
δένδρεα
μακρά
,
ἅδος
τέ
μιν
ἵκετο
θυμόν
,
σίτου
τε
γλυκεροῖο
περὶ
φρένας
ἵμερος
αἱρεῖ
,
τῆμος
σφῇ
ἀρετῇ
Δαναοὶ
ῥήξαντο
φάλαγγας
90
κεκλόμενοι
ἑτάροισι
κατὰ
στίχας
·
ἐν
δʼ
Ἀγαμέμνων
πρῶτος
ὄρουσʼ
,
ἕλε
δʼ
ἄνδρα
Βιάνορα
ποιμένα
λαῶν
αὐτόν
,
ἔπειτα
δʼ
ἑταῖρον
Ὀϊλῆα
πλήξιππον
.
ἤτοι
ὅ
γʼ
ἐξ
ἵππων
κατεπάλμενος
ἀντίος
ἔστη
·
τὸν
δʼ
ἰθὺς
μεμαῶτα
μετώπιον
ὀξέϊ
δουρὶ
95
νύξʼ
,
οὐδὲ
στεφάνη
δόρυ
οἱ
σχέθε
χαλκοβάρεια
,
ἀλλὰ
διʼ
αὐτῆς
ἦλθε
καὶ
ὀστέου
,
ἐγκέφαλος
δὲ
ἔνδον
ἅπας
πεπάλακτο
·
δάμασσε
δέ
μιν
μεμαῶτα
.
καὶ
τοὺς
μὲν
λίπεν
αὖθι
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
στήθεσι
παμφαίνοντας
,
ἐπεὶ
περίδυσε
χιτῶνας
·
100
αὐτὰρ
ὃ
βῆ
Ἶσόν
τε
καὶ
Ἄντιφον
ἐξεναρίξων
υἷε
δύω
Πριάμοιο
νόθον
καὶ
γνήσιον
ἄμφω
εἰν
ἑνὶ
δίφρῳ
ἐόντας
·
ὃ
μὲν
νόθος
ἡνιόχευεν
,
Ἄντιφος
αὖ
παρέβασκε
περικλυτός
·
ὥ
ποτʼ
Ἀχιλλεὺς
Ἴδης
ἐν
κνημοῖσι
δίδη
μόσχοισι
λύγοισι
,
105
ποιμαίνοντʼ
ἐπʼ
ὄεσσι
λαβών
,
καὶ
ἔλυσεν
ἀποίνων
.
δὴ
τότε
γʼ
Ἀτρεΐδης
εὐρὺ
κρείων
Ἀγαμέμνων
τὸν
μὲν
ὑπὲρ
μαζοῖο
κατὰ
στῆθος
βάλε
δουρί
,
Ἄντιφον
αὖ
παρὰ
οὖς
ἔλασε
ξίφει
,
ἐκ
δʼ
ἔβαλʼ
ἵππων
.
σπερχόμενος
δʼ
ἀπὸ
τοῖιν
ἐσύλα
τεύχεα
καλὰ
110
γιγνώσκων
·
καὶ
γάρ
σφε
πάρος
παρὰ
νηυσὶ
θοῇσιν
εἶδεν
,
ὅτʼ
ἐξ
Ἴδης
ἄγαγεν
πόδας
ὠκὺς
Ἀχιλλεύς
.
ὡς
δὲ
λέων
ἐλάφοιο
ταχείης
νήπια
τέκνα
ῥηϊδίως
συνέαξε
λαβὼν
κρατεροῖσιν
ὀδοῦσιν
ἐλθὼν
εἰς
εὐνήν
,
ἁπαλόν
τέ
σφʼ
ἦτορ
ἀπηύρα
·
115
ἣ
δʼ
εἴ
πέρ
τε
τύχῃσι
μάλα
σχεδόν
,
οὐ
δύναταί
σφι
χραισμεῖν
·
αὐτὴν
γάρ
μιν
ὑπὸ
τρόμος
αἰνὸς
ἱκάνει
·
καρπαλίμως
δʼ
ἤϊξε
διὰ
δρυμὰ
πυκνὰ
καὶ
ὕλην
σπεύδουσʼ
ἱδρώουσα
κραταιοῦ
θηρὸς
ὑφʼ
ὁρμῆς
·
ὣς
ἄρα
τοῖς
οὔ
τις
δύνατο
χραισμῆσαι
ὄλεθρον
120
Τρώων
,
ἀλλὰ
καὶ
αὐτοὶ
ὑπʼ
Ἀργείοισι
φέβοντο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.