ὣς
ἄρʼ
ἔμελλον
ὄπισθε
Ποσειδάων
καὶ
Ἀπόλλων
θησέμεναι
·
τότε
δʼ
ἀμφὶ
μάχη
ἐνοπή
τε
δεδήει
35
τεῖχος
ἐΰδμητον
,
κανάχιζε
δὲ
δούρατα
πύργων
βαλλόμενʼ
·
Ἀργεῖοι
δὲ
Διὸς
μάστιγι
δαμέντες
νηυσὶν
ἔπι
γλαφυρῇσιν
ἐελμένοι
ἰσχανόωντο
Ἕκτορα
δειδιότες
,
κρατερὸν
μήστωρα
φόβοιο
·
αὐτὰρ
ὅ
γʼ
ὡς
τὸ
πρόσθεν
ἐμάρνατο
ἶσος
ἀέλλῃ
·
40
ὡς
δʼ
ὅτʼ
ἂν
ἔν
τε
κύνεσσι
καὶ
ἀνδράσι
θηρευτῇσι
κάπριος
ἠὲ
λέων
στρέφεται
σθένεϊ
βλεμεαίνων
·
οἳ
δέ
τε
πυργηδὸν
σφέας
αὐτοὺς
ἀρτύναντες
ἀντίον
ἵστανται
καὶ
ἀκοντίζουσι
θαμειὰς
αἰχμὰς
ἐκ
χειρῶν
·
τοῦ
δʼ
οὔ
ποτε
κυδάλιμον
κῆρ
45
ταρβεῖ
οὐδὲ
φοβεῖται
,
ἀγηνορίη
δέ
μιν
ἔκτα
·
ταρφέα
τε
στρέφεται
στίχας
ἀνδρῶν
πειρητίζων
·
ὅππῃ
τʼ
ἰθύσῃ
τῇ
εἴκουσι
στίχες
ἀνδρῶν
·
ὣς
Ἕκτωρ
ἀνʼ
ὅμιλον
ἰὼν
ἐλλίσσεθʼ
ἑταίρους
τάφρον
ἐποτρύνων
διαβαινέμεν
·
οὐδέ
οἱ
ἵπποι
50
τόλμων
ὠκύποδες
,
μάλα
δὲ
χρεμέτιζον
ἐπʼ
ἄκρῳ
χείλει
ἐφεσταότες
·
ἀπὸ
γὰρ
δειδίσσετο
τάφρος
εὐρεῖʼ
,
οὔτʼ
ἄρʼ
ὑπερθορέειν
σχεδὸν
οὔτε
περῆσαι
ῥηϊδίη
·
κρημνοὶ
γὰρ
ἐπηρεφέες
περὶ
πᾶσαν
ἕστασαν
ἀμφοτέρωθεν
,
ὕπερθεν
δὲ
σκολόπεσσιν
55
ὀξέσιν
ἠρήρει
,
τοὺς
ἵστασαν
υἷες
Ἀχαιῶν
πυκνοὺς
καὶ
μεγάλους
δηΐων
ἀνδρῶν
ἀλεωρήν
.
ἔνθʼ
οὔ
κεν
ῥέα
ἵππος
ἐΰτροχον
ἅρμα
τιταίνων
ἐσβαίη
,
πεζοὶ
δὲ
μενοίνεον
εἰ
τελέουσι
.
δὴ
τότε
Πουλυδάμας
θρασὺν
Ἕκτορα
εἶπε
παραστάς
·
60
Ἕκτορ
τʼ
ἠδʼ
ἄλλοι
Τρώων
ἀγοὶ
ἠδʼ
ἐπικούρων
ἀφραδέως
διὰ
τάφρον
ἐλαύνομεν
ὠκέας
ἵππους
·
ἣ
δὲ
μάλʼ
ἀργαλέη
περάαν
·
σκόλοπες
γὰρ
ἐν
αὐτῇ
ὀξέες
ἑστᾶσιν
,
ποτὶ
δʼ
αὐτοὺς
τεῖχος
Ἀχαιῶν
,
ἔνθʼ
οὔ
πως
ἔστιν
καταβήμεναι
οὐδὲ
μάχεσθαι
65
ἱππεῦσι
·
στεῖνος
γάρ
,
ὅθι
τρώσεσθαι
ὀΐω
.
εἰ
μὲν
γὰρ
τοὺς
πάγχυ
κακὰ
φρονέων
ἀλαπάζει
Ζεὺς
ὑψιβρεμέτης
,
Τρώεσσι
δὲ
ἵετʼ
ἀρήγειν
,
ἦ
τʼ
ἂν
ἔγωγʼ
ἐθέλοιμι
καὶ
αὐτίκα
τοῦτο
γενέσθαι
,
νωνύμνους
ἀπολέσθαι
ἀπʼ
Ἄργεος
ἐνθάδʼ
Ἀχαιούς
·
70
εἰ
δέ
χʼ
ὑποστρέψωσι
,
παλίωξις
δὲ
γένηται
ἐκ
νηῶν
καὶ
τάφρῳ
ἐνιπλήξωμεν
ὀρυκτῇ
,
οὐκέτʼ
ἔπειτʼ
ὀΐω
οὐδʼ
ἄγγελον
ἀπονέεσθαι
ἄψορρον
προτὶ
ἄστυ
ἑλιχθέντων
ὑπʼ
Ἀχαιῶν
.
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼ
εἴπω
πειθώμεθα
πάντες
·
75
ἵππους
μὲν
θεράποντες
ἐρυκόντων
ἐπὶ
τάφρῳ
,
αὐτοὶ
δὲ
πρυλέες
σὺν
τεύχεσι
θωρηχθέντες
Ἕκτορι
πάντες
ἑπώμεθʼ
ἀολλέες
·
αὐτὰρ
Ἀχαιοὶ
οὐ
μενέουσʼ
εἰ
δή
σφιν
ὀλέθρου
πείρατʼ
ἐφῆπται
.
ὣς
φάτο
Πουλυδάμας
,
ἅδε
δʼ
Ἕκτορι
μῦθος
ἀπήμων
,
80
αὐτίκα
δʼ
ἐξ
ὀχέων
σὺν
τεύχεσιν
ἆλτο
χαμᾶζε
.
οὐδὲ
μὲν
ἄλλοι
Τρῶες
ἐφʼ
ἵππων
ἠγερέθοντο
,
ἀλλʼ
ἀπὸ
πάντες
ὄρουσαν
,
ἐπεὶ
ἴδον
Ἕκτορα
δῖον
.
ἡνιόχῳ
μὲν
ἔπειτα
ἑῷ
ἐπέτελλεν
ἕκαστος
ἵππους
εὖ
κατὰ
κόσμον
ἐρυκέμεν
αὖθʼ
ἐπὶ
τάφρῳ
·
85
οἳ
δὲ
διαστάντες
σφέας
αὐτοὺς
ἀρτύναντες
πένταχα
κοσμηθέντες
ἅμʼ
ἡγεμόνεσσιν
ἕποντο
.
οἳ
μὲν
ἅμʼ
Ἕκτορʼ
ἴσαν
καὶ
ἀμύμονι
Πουλυδάμαντι
,
οἳ
πλεῖστοι
καὶ
ἄριστοι
ἔσαν
,
μέμασαν
δὲ
μάλιστα
τεῖχος
ῥηξάμενοι
κοίλῃς
ἐπὶ
νηυσὶ
μάχεσθαι
.
90
καί
σφιν
Κεβριόνης
τρίτος
εἵπετο
·
πὰρ
δʼ
ἄρʼ
ὄχεσφιν
ἄλλον
Κεβριόναο
χερείονα
κάλλιπεν
Ἕκτωρ
.
τῶν
δʼ
ἑτέρων
Πάρις
ἦρχε
καὶ
Ἀλκάθοος
καὶ
Ἀγήνωρ
,
τῶν
δὲ
τρίτων
Ἕλενος
καὶ
Δηΐφοβος
θεοειδὴς
υἷε
δύω
Πριάμοιο
·
τρίτος
δʼ
ἦν
Ἄσιος
ἥρως
95
Ἄσιος
Ὑρτακίδης
,
ὃν
Ἀρίσβηθεν
φέρον
ἵπποι
αἴθωνες
μεγάλοι
ποταμοῦ
ἄπο
Σελλήεντος
.
τῶν
δὲ
τετάρτων
ἦρχεν
ἐῢς
πάϊς
Ἀγχίσαο
Αἰνείας
,
ἅμα
τῷ
γε
δύω
Ἀντήνορος
υἷε
Ἀρχέλοχός
τʼ
Ἀκάμας
τε
μάχης
εὖ
εἰδότε
πάσης
.
100
Σαρπηδὼν
δʼ
ἡγήσατʼ
ἀγακλειτῶν
ἐπικούρων
,
πρὸς
δʼ
ἕλετο
Γλαῦκον
καὶ
ἀρήϊον
Ἀστεροπαῖον
·
οἳ
γάρ
οἱ
εἴσαντο
διακριδὸν
εἶναι
ἄριστοι
τῶν
ἄλλων
μετά
γʼ
αὐτόν
·
ὃ
δʼ
ἔπρεπε
καὶ
διὰ
πάντων
.
οἳ
δʼ
ἐπεὶ
ἀλλήλους
ἄραρον
τυκτῇσι
βόεσσι
105
βάν
ῥʼ
ἰθὺς
Δαναῶν
λελιημένοι
,
οὐδʼ
ἔτʼ
ἔφαντο
σχήσεσθʼ
,
ἀλλʼ
ἐν
νηυσὶ
μελαίνῃσιν
πεσέεσθαι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.