τὸν
δʼ
αὖτʼ
Αἰνείας
ἀπαμειβόμενος
προσέειπε
·
Πριαμίδη
τί
με
ταῦτα
καὶ
οὐκ
ἐθέλοντα
κελεύεις
ἀντία
Πηλεΐωνος
ὑπερθύμοιο
μάχεσθαι
;
οὐ
μὲν
γὰρ
νῦν
πρῶτα
ποδώκεος
ἄντʼ
Ἀχιλῆος
στήσομαι
,
ἀλλʼ
ἤδη
με
καὶ
ἄλλοτε
δουρὶ
φόβησεν
90
ἐξ
Ἴδης
,
ὅτε
βουσὶν
ἐπήλυθεν
ἡμετέρῃσι
,
πέρσε
δὲ
Λυρνησσὸν
καὶ
Πήδασον
·
αὐτὰρ
ἐμὲ
Ζεὺς
εἰρύσαθʼ
,
ὅς
μοι
ἐπῶρσε
μένος
λαιψηρά
τε
γοῦνα
.
ἦ
κʼ
ἐδάμην
ὑπὸ
χερσὶν
Ἀχιλλῆος
καὶ
Ἀθήνης
,
ἥ
οἱ
πρόσθεν
ἰοῦσα
τίθει
φάος
ἠδʼ
ἐκέλευεν
95
ἔγχεϊ
χαλκείῳ
Λέλεγας
καὶ
Τρῶας
ἐναίρειν
.
τὼ
οὐκ
ἔστʼ
Ἀχιλῆος
ἐναντίον
ἄνδρα
μάχεσθαι
·
αἰεὶ
γὰρ
πάρα
εἷς
γε
θεῶν
ὃς
λοιγὸν
ἀμύνει
.
καὶ
δʼ
ἄλλως
τοῦ
γʼ
ἰθὺ
βέλος
πέτετʼ
,
οὐδʼ
ἀπολήγει
πρὶν
χροὸς
ἀνδρομέοιο
διελθέμεν
.
εἰ
δὲ
θεός
περ
100
ἶσον
τείνειεν
πολέμου
τέλος
,
οὔ
κε
μάλα
ῥέα
νικήσειʼ
,
οὐδʼ
εἰ
παγχάλκεος
εὔχεται
εἶναι
.
τὸν
δʼ
αὖτε
προσέειπεν
ἄναξ
Διὸς
υἱὸς
Ἀπόλλων
·
ἥρως
ἀλλʼ
ἄγε
καὶ
σὺ
θεοῖς
αἰειγενέτῃσιν
εὔχεο
·
καὶ
δὲ
σέ
φασι
Διὸς
κούρης
Ἀφροδίτης
105
ἐκγεγάμεν
,
κεῖνος
δὲ
χερείονος
ἐκ
θεοῦ
ἐστίν
·
ἣ
μὲν
γὰρ
Διός
ἐσθʼ
,
ἣ
δʼ
ἐξ
ἁλίοιο
γέροντος
.
ἀλλʼ
ἰθὺς
φέρε
χαλκὸν
ἀτειρέα
,
μηδέ
σε
πάμπαν
λευγαλέοις
ἐπέεσσιν
ἀποτρεπέτω
καὶ
ἀρειῇ
.
ὣς
εἰπὼν
ἔμπνευσε
μένος
μέγα
ποιμένι
λαῶν
,
110
βῆ
δὲ
διὰ
προμάχων
κεκορυθμένος
αἴθοπι
χαλκῷ
.
οὐδʼ
ἔλαθʼ
Ἀγχίσαο
πάϊς
λευκώλενον
Ἥρην
ἀντία
Πηλεΐωνος
ἰὼν
ἀνὰ
οὐλαμὸν
ἀνδρῶν
·
ἣ
δʼ
ἄμυδις
στήσασα
θεοὺς
μετὰ
μῦθον
ἔειπε
·
φράζεσθον
δὴ
σφῶϊ
Ποσείδαον
καὶ
Ἀθήνη
115
ἐν
φρεσὶν
ὑμετέρῃσιν
,
ὅπως
ἔσται
τάδε
ἔργα
.
Αἰνείας
ὅδʼ
ἔβη
κεκορυθμένος
αἴθοπι
χαλκῷ
ἀντία
Πηλεΐωνος
,
ἀνῆκε
δὲ
Φοῖβος
Ἀπόλλων
.
ἀλλʼ
ἄγεθʼ
,
ἡμεῖς
πέρ
μιν
ἀποτρωπῶμεν
ὀπίσσω
αὐτόθεν
·
ἤ
τις
ἔπειτα
καὶ
ἡμείων
Ἀχιλῆϊ
120
παρσταίη
,
δοίη
δὲ
κράτος
μέγα
,
μηδέ
τι
θυμῷ
δευέσθω
,
ἵνα
εἰδῇ
ὅ
μιν
φιλέουσιν
ἄριστοι
ἀθανάτων
,
οἳ
δʼ
αὖτʼ
ἀνεμώλιοι
οἳ
τὸ
πάρος
περ
Τρωσὶν
ἀμύνουσιν
πόλεμον
καὶ
δηϊοτῆτα
.
πάντες
δʼ
Οὐλύμποιο
κατήλθομεν
ἀντιόωντες
125
τῆσδε
μάχης
,
ἵνα
μή
τι
μετὰ
Τρώεσσι
πάθῃσι
σήμερον
·
ὕστερον
αὖτε
τὰ
πείσεται
ἅσσά
οἱ
αἶσα
γιγνομένῳ
ἐπένησε
λίνῳ
ὅτε
μιν
τέκε
μήτηρ
.
εἰ
δʼ
Ἀχιλεὺς
οὐ
ταῦτα
θεῶν
ἐκ
πεύσεται
ὀμφῆς
δείσετʼ
ἔπειθʼ
,
ὅτε
κέν
τις
ἐναντίβιον
θεὸς
ἔλθῃ
130
ἐν
πολέμῳ
·
χαλεποὶ
δὲ
θεοὶ
φαίνεσθαι
ἐναργεῖς
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
Ποσειδάων
ἐνοσίχθων
·
Ἥρη
μὴ
χαλέπαινε
παρʼ
ἐκ
νόον
·
οὐδέ
τί
σε
χρή
.
οὐκ
ἂν
ἔγωγʼ
ἐθέλοιμι
θεοὺς
ἔριδι
ξυνελάσσαι
ἡμέας
τοὺς
ἄλλους
,
ἐπεὶ
ἦ
πολὺ
φέρτεροί
εἰμεν
·
135
ἀλλʼ
ἡμεῖς
μὲν
ἔπειτα
καθεζώμεσθα
κιόντες
ἐκ
πάτου
ἐς
σκοπιήν
,
πόλεμος
δʼ
ἄνδρεσσι
μελήσει
.
εἰ
δέ
κʼ
Ἄρης
ἄρχωσι
μάχης
ἢ
Φοῖβος
Ἀπόλλων
,
ἢ
Ἀχιλῆʼ
ἴσχωσι
καὶ
οὐκ
εἰῶσι
μάχεσθαι
,
αὐτίκʼ
ἔπειτα
καὶ
ἄμμι
παρʼ
αὐτόθι
νεῖκος
ὀρεῖται
140
φυλόπιδος
·
μάλα
δʼ
ὦκα
διακρινθέντας
ὀΐω
ἂψ
ἴμεν
Οὔλυμπον
δὲ
θεῶν
μεθʼ
ὁμήγυριν
ἄλλων
ἡμετέρῃς
ὑπὸ
χερσὶν
ἀναγκαίηφι
δαμέντας
.
ὣς
ἄρα
φωνήσας
ἡγήσατο
κυανοχαίτης
τεῖχος
ἐς
ἀμφίχυτον
Ἡρακλῆος
θείοιο
145
ὑψηλόν
,
τό
ῥά
οἱ
Τρῶες
καὶ
Παλλὰς
Ἀθήνη
ποίεον
,
ὄφρα
τὸ
κῆτος
ὑπεκπροφυγὼν
ἀλέαιτο
,
ὁππότε
μιν
σεύαιτο
ἀπʼ
ἠϊόνος
πεδίον
δέ
.
ἔνθα
Ποσειδάων
κατʼ
ἄρʼ
ἕζετο
καὶ
θεοὶ
ἄλλοι
,
ἀμφὶ
δʼ
ἄρʼ
ἄρρηκτον
νεφέλην
ὤμοισιν
ἕσαντο
·
150
οἳ
δʼ
ἑτέρωσε
καθῖζον
ἐπʼ
ὀφρύσι
Καλλικολώνης
ἀμφὶ
σὲ
ἤϊε
Φοῖβε
καὶ
Ἄρηα
πτολίπορθον
.
ὣς
οἳ
μέν
ῥʼ
ἑκάτερθε
καθήατο
μητιόωντες
βουλάς
·
ἀρχέμεναι
δὲ
δυσηλεγέος
πολέμοιο
ὄκνεον
ἀμφότεροι
,
Ζεὺς
δʼ
ἥμενος
ὕψι
κέλευε
.
155
τῶν
δʼ
ἅπαν
ἐπλήσθη
πεδίον
καὶ
λάμπετο
χαλκῷ
ἀνδρῶν
ἠδʼ
ἵππων
·
κάρκαιρε
δὲ
γαῖα
πόδεσσιν
ὀρνυμένων
ἄμυδις
.
δύο
δʼ
ἀνέρες
ἔξοχʼ
ἄριστοι
ἐς
μέσον
ἀμφοτέρων
συνίτην
μεμαῶτε
μάχεσθαι
Αἰνείας
τʼ
Ἀγχισιάδης
καὶ
δῖος
Ἀχιλλεύς
.
160
Αἰνείας
δὲ
πρῶτος
ἀπειλήσας
ἐβεβήκει
νευστάζων
κόρυθι
βριαρῇ
·
ἀτὰρ
ἀσπίδα
θοῦριν
πρόσθεν
ἔχε
στέρνοιο
,
τίνασσε
δὲ
χάλκεον
ἔγχος
.
Πηλεΐδης
δʼ
ἑτέρωθεν
ἐναντίον
ὦρτο
λέων
ὣς
σίντης
,
ὅν
τε
καὶ
ἄνδρες
ἀποκτάμεναι
μεμάασιν
165
ἀγρόμενοι
πᾶς
δῆμος
·
ὃ
δὲ
πρῶτον
μὲν
ἀτίζων
ἔρχεται
,
ἀλλʼ
ὅτε
κέν
τις
ἀρηϊθόων
αἰζηῶν
δουρὶ
βάλῃ
ἐάλη
τε
χανών
,
περί
τʼ
ἀφρὸς
ὀδόντας
γίγνεται
,
ἐν
δέ
τέ
οἱ
κραδίῃ
στένει
ἄλκιμον
ἦτορ
,
οὐρῇ
δὲ
πλευράς
τε
καὶ
ἰσχία
ἀμφοτέρωθεν
170
μαστίεται
,
ἑὲ
δʼ
αὐτὸν
ἐποτρύνει
μαχέσασθαι
,
γλαυκιόων
δʼ
ἰθὺς
φέρεται
μένει
,
ἤν
τινα
πέφνῃ
ἀνδρῶν
,
ἢ
αὐτὸς
φθίεται
πρώτῳ
ἐν
ὁμίλῳ
·
ὣς
Ἀχιλῆʼ
ὄτρυνε
μένος
καὶ
θυμὸς
ἀγήνωρ
ἀντίον
ἐλθέμεναι
μεγαλήτορος
Αἰνείαο
.
175
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.