τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
κρείων
Ἀγαμέμνων
·
285
ναὶ
δὴ
ταῦτά
γε
πάντα
γέρον
κατὰ
μοῖραν
ἔειπες
·
ἀλλʼ
ὅδʼ
ἀνὴρ
ἐθέλει
περὶ
πάντων
ἔμμεναι
ἄλλων
,
πάντων
μὲν
κρατέειν
ἐθέλει
,
πάντεσσι
δʼ
ἀνάσσειν
,
πᾶσι
δὲ
σημαίνειν
,
ἅ
τινʼ
οὐ
πείσεσθαι
ὀΐω
·
εἰ
δέ
μιν
αἰχμητὴν
ἔθεσαν
θεοὶ
αἰὲν
ἐόντες
290
τοὔνεκά
οἱ
προθέουσιν
ὀνείδεα
μυθήσασθαι
;
τὸν
δʼ
ἄρʼ
ὑποβλήδην
ἠμείβετο
δῖος
Ἀχιλλεύς
·
ἦ
γάρ
κεν
δειλός
τε
καὶ
οὐτιδανὸς
καλεοίμην
εἰ
δὴ
σοὶ
πᾶν
ἔργον
ὑπείξομαι
ὅττί
κεν
εἴπῃς
·
ἄλλοισιν
δὴ
ταῦτʼ
ἐπιτέλλεο
,
μὴ
γὰρ
ἔμοιγε
295
σήμαινʼ
·
οὐ
γὰρ
ἔγωγʼ
ἔτι
σοὶ
πείσεσθαι
ὀΐω
.
ἄλλο
δέ
τοι
ἐρέω
,
σὺ
δʼ
ἐνὶ
φρεσὶ
βάλλεο
σῇσι
·
χερσὶ
μὲν
οὔ
τοι
ἔγωγε
μαχήσομαι
εἵνεκα
κούρης
οὔτε
σοὶ
οὔτέ
τῳ
ἄλλῳ
,
ἐπεί
μʼ
ἀφέλεσθέ
γε
δόντες
·
τῶν
δʼ
ἄλλων
ἅ
μοί
ἐστι
θοῇ
παρὰ
νηῒ
μελαίνῃ
300
τῶν
οὐκ
ἄν
τι
φέροις
ἀνελὼν
ἀέκοντος
ἐμεῖο
·
εἰ
δʼ
ἄγε
μὴν
πείρησαι
ἵνα
γνώωσι
καὶ
οἵδε
·
αἶψά
τοι
αἷμα
κελαινὸν
ἐρωήσει
περὶ
δουρί
.
ὣς
τώ
γʼ
ἀντιβίοισι
μαχεσσαμένω
ἐπέεσσιν
ἀνστήτην
,
λῦσαν
δʼ
ἀγορὴν
παρὰ
νηυσὶν
Ἀχαιῶν
·
305
Πηλεΐδης
μὲν
ἐπὶ
κλισίας
καὶ
νῆας
ἐΐσας
ἤϊε
σύν
τε
Μενοιτιάδῃ
καὶ
οἷς
ἑτάροισιν
·
Ἀτρεΐδης
δʼ
ἄρα
νῆα
θοὴν
ἅλα
δὲ
προέρυσσεν
,
ἐν
δʼ
ἐρέτας
ἔκρινεν
ἐείκοσιν
,
ἐς
δʼ
ἑκατόμβην
βῆσε
θεῷ
,
ἀνὰ
δὲ
Χρυσηΐδα
καλλιπάρῃον
310
εἷσεν
ἄγων
·
ἐν
δʼ
ἀρχὸς
ἔβη
πολύμητις
Ὀδυσσεύς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.