οἳ
δʼ
ἄρʼ
Ἀθήνας
εἶχον
ἐϋκτίμενον
πτολίεθρον
δῆμον
Ἐρεχθῆος
μεγαλήτορος
,
ὅν
ποτʼ
Ἀθήνη
θρέψε
Διὸς
θυγάτηρ
,
τέκε
δὲ
ζείδωρος
ἄρουρα
,
κὰδ
δʼ
ἐν
Ἀθήνῃς
εἷσεν
ἑῷ
ἐν
πίονι
νηῷ
·
ἔνθα
δέ
μιν
ταύροισι
καὶ
ἀρνειοῖς
ἱλάονται
550
κοῦροι
Ἀθηναίων
περιτελλομένων
ἐνιαυτῶν
·
τῶν
αὖθʼ
ἡγεμόνευʼ
υἱὸς
Πετεῶο
Μενεσθεύς
.
τῷ
δʼ
οὔ
πώ
τις
ὁμοῖος
ἐπιχθόνιος
γένετʼ
ἀνὴρ
κοσμῆσαι
ἵππους
τε
καὶ
ἀνέρας
ἀσπιδιώτας
·
Νέστωρ
οἶος
ἔριζεν
·
ὃ
γὰρ
προγενέστερος
ἦεν
·
555
τῷ
δʼ
ἅμα
πεντήκοντα
μέλαιναι
νῆες
ἕποντο
.
Αἴας
δʼ
ἐκ
Σαλαμῖνος
ἄγεν
δυοκαίδεκα
νῆας
,
στῆσε
δʼ
ἄγων
ἵνʼ
Ἀθηναίων
ἵσταντο
φάλαγγες
.
οἳ
δʼ
Ἄργός
τʼ
εἶχον
Τίρυνθά
τε
τειχιόεσσαν
Ἑρμιόνην
Ἀσίνην
τε
,
βαθὺν
κατὰ
κόλπον
ἐχούσας
,
560
Τροιζῆνʼ
Ἠϊόνας
τε
καὶ
ἀμπελόεντʼ
Ἐπίδαυρον
,
οἵ
τʼ
ἔχον
Αἴγιναν
Μάσητά
τε
κοῦροι
Ἀχαιῶν
,
τῶν
αὖθʼ
ἡγεμόνευε
βοὴν
ἀγαθὸς
Διομήδης
καὶ
Σθένελος
,
Καπανῆος
ἀγακλειτοῦ
φίλος
υἱός
·
τοῖσι
δʼ
ἅμʼ
Εὐρύαλος
τρίτατος
κίεν
ἰσόθεος
φὼς
565
Μηκιστέος
υἱὸς
Ταλαϊονίδαο
ἄνακτος
·
συμπάντων
δʼ
ἡγεῖτο
βοὴν
ἀγαθὸς
Διομήδης
·
τοῖσι
δʼ
ἅμʼ
ὀγδώκοντα
μέλαιναι
νῆες
ἕποντο
.
οἳ
δὲ
Μυκήνας
εἶχον
ἐϋκτίμενον
πτολίεθρον
ἀφνειόν
τε
Κόρινθον
ἐϋκτιμένας
τε
Κλεωνάς
,
570
Ὀρνειάς
τʼ
ἐνέμοντο
Ἀραιθυρέην
τʼ
ἐρατεινὴν
καὶ
Σικυῶνʼ
,
ὅθʼ
ἄρʼ
Ἄδρηστος
πρῶτʼ
ἐμβασίλευεν
,
οἵ
θʼ
Ὑπερησίην
τε
καὶ
αἰπεινὴν
Γονόεσσαν
Πελλήνην
τʼ
εἶχον
ἠδʼ
Αἴγιον
ἀμφενέμοντο
Αἰγιαλόν
τʼ
ἀνὰ
πάντα
καὶ
ἀμφʼ
Ἑλίκην
εὐρεῖαν
,
575
τῶν
ἑκατὸν
νηῶν
ἦρχε
κρείων
Ἀγαμέμνων
Ἀτρεΐδης
·
ἅμα
τῷ
γε
πολὺ
πλεῖστοι
καὶ
ἄριστοι
λαοὶ
ἕποντʼ
·
ἐν
δʼ
αὐτὸς
ἐδύσετο
νώροπα
χαλκὸν
κυδιόων
,
πᾶσιν
δὲ
μετέπρεπεν
ἡρώεσσιν
οὕνεκʼ
ἄριστος
ἔην
πολὺ
δὲ
πλείστους
ἄγε
λαούς
.
580
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.