ἄλλοι
μὲν
παρὰ
νηυσὶν
ἀριστῆες
Παναχαιῶν
1
εὗδον
παννύχιοι
μαλακῷ
δεδμημένοι
ὕπνῳ
·
ἀλλʼ
οὐκ
Ἀτρεΐδην
Ἀγαμέμνονα
ποιμένα
λαῶν
ὕπνος
ἔχε
γλυκερὸς
πολλὰ
φρεσὶν
ὁρμαίνοντα
.
ὡς
δʼ
ὅτʼ
ἂν
ἀστράπτῃ
πόσις
Ἥρης
ἠϋκόμοιο
5
τεύχων
ἢ
πολὺν
ὄμβρον
ἀθέσφατον
ἠὲ
χάλαζαν
ἢ
νιφετόν
,
ὅτε
πέρ
τε
χιὼν
ἐπάλυνεν
ἀρούρας
,
ἠέ
ποθι
πτολέμοιο
μέγα
στόμα
πευκεδανοῖο
,
ὣς
πυκίνʼ
ἐν
στήθεσσιν
ἀνεστενάχιζʼ
Ἀγαμέμνων
νειόθεν
ἐκ
κραδίης
,
τρομέοντο
δέ
οἱ
φρένες
ἐντός
.
10
ἤτοι
ὅτʼ
ἐς
πεδίον
τὸ
Τρωϊκὸν
ἀθρήσειε
,
θαύμαζεν
πυρὰ
πολλὰ
τὰ
καίετο
Ἰλιόθι
πρὸ
αὐλῶν
συρίγγων
τʼ
ἐνοπὴν
ὅμαδόν
τʼ
ἀνθρώπων
.
αὐτὰρ
ὅτʼ
ἐς
νῆάς
τε
ἴδοι
καὶ
λαὸν
Ἀχαιῶν
,
πολλὰς
ἐκ
κεφαλῆς
προθελύμνους
ἕλκετο
χαίτας
15
ὑψόθʼ
ἐόντι
Διί
,
μέγα
δʼ
ἔστενε
κυδάλιμον
κῆρ
.
ἥδε
δέ
οἱ
κατὰ
θυμὸν
ἀρίστη
φαίνετο
βουλὴ
Νέστορʼ
ἔπι
πρῶτον
Νηλήϊον
ἐλθέμεν
ἀνδρῶν
,
εἴ
τινά
οἱ
σὺν
μῆτιν
ἀμύμονα
τεκτήναιτο
,
ἥ
τις
ἀλεξίκακος
πᾶσιν
Δαναοῖσι
γένοιτο
.
20
ὀρθωθεὶς
δʼ
ἔνδυνε
περὶ
στήθεσσι
χιτῶνα
,
ποσσὶ
δʼ
ὑπὸ
λιπαροῖσιν
ἐδήσατο
καλὰ
πέδιλα
,
ἀμφὶ
δʼ
ἔπειτα
δαφοινὸν
ἑέσσατο
δέρμα
λέοντος
αἴθωνος
μεγάλοιο
ποδηνεκές
,
εἵλετο
δʼ
ἔγχος
.
ὣς
δʼ
αὔτως
Μενέλαον
ἔχε
τρόμος
·
οὐδὲ
γὰρ
αὐτῷ
25
ὕπνος
ἐπὶ
βλεφάροισιν
ἐφίζανε
·
μή
τι
πάθοιεν
Ἀργεῖοι
,
τοὶ
δὴ
ἕθεν
εἵνεκα
πουλὺν
ἐφʼ
ὑγρὴν
ἤλυθον
ἐς
Τροίην
πόλεμον
θρασὺν
ὁρμαίνοντες
.
παρδαλέῃ
μὲν
πρῶτα
μετάφρενον
εὐρὺ
κάλυψε
ποικίλῃ
,
αὐτὰρ
ἐπὶ
στεφάνην
κεφαλῆφιν
ἀείρας
30
θήκατο
χαλκείην
,
δόρυ
δʼ
εἵλετο
χειρὶ
παχείῃ
.
βῆ
δʼ
ἴμεν
ἀνστήσων
ὃν
ἀδελφεόν
,
ὃς
μέγα
πάντων
Ἀργείων
ἤνασσε
,
θεὸς
δʼ
ὣς
τίετο
δήμῳ
.
τὸν
δʼ
εὗρʼ
ἀμφʼ
ὤμοισι
τιθήμενον
ἔντεα
καλὰ
νηῒ
πάρα
πρύμνῃ
·
τῷ
δʼ
ἀσπάσιος
γένετʼ
ἐλθών
.
35
τὸν
πρότερος
προσέειπε
βοὴν
ἀγαθὸς
Μενέλαος
·
τίφθʼ
οὕτως
ἠθεῖε
κορύσσεαι
;
ἦ
τινʼ
ἑταίρων
ὀτρυνέεις
Τρώεσσιν
ἐπίσκοπον
;
ἀλλὰ
μάλʼ
αἰνῶς
δείδω
μὴ
οὔ
τίς
τοι
ὑπόσχηται
τόδε
ἔργον
ἄνδρας
δυσμενέας
σκοπιαζέμεν
οἶος
ἐπελθὼν
40
νύκτα
διʼ
ἀμβροσίην
·
μάλα
τις
θρασυκάρδιος
ἔσται
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.