ἐν
δʼ
ἐτίθει
σταφυλῇσι
μέγα
βρίθουσαν
ἀλωὴν
καλὴν
χρυσείην
·
μέλανες
δʼ
ἀνὰ
βότρυες
ἦσαν
,
ἑστήκει
δὲ
κάμαξι
διαμπερὲς
ἀργυρέῃσιν
.
ἀμφὶ
δὲ
κυανέην
κάπετον
,
περὶ
δʼ
ἕρκος
ἔλασσε
κασσιτέρου
·
μία
δʼ
οἴη
ἀταρπιτὸς
ἦεν
ἐπʼ
αὐτήν
,
565
τῇ
νίσοντο
φορῆες
ὅτε
τρυγόῳεν
ἀλωήν
.
παρθενικαὶ
δὲ
καὶ
ἠΐθεοι
ἀταλὰ
φρονέοντες
πλεκτοῖς
ἐν
ταλάροισι
φέρον
μελιηδέα
καρπόν
.
τοῖσιν
δʼ
ἐν
μέσσοισι
πάϊς
φόρμιγγι
λιγείῃ
ἱμερόεν
κιθάριζε
,
λίνον
δʼ
ὑπὸ
καλὸν
ἄειδε
570
λεπταλέῃ
φωνῇ
·
τοὶ
δὲ
ῥήσσοντες
ἁμαρτῇ
μολπῇ
τʼ
ἰυγμῷ
τε
ποσὶ
σκαίροντες
ἕποντο
.
ἐν
δʼ
ἀγέλην
ποίησε
βοῶν
ὀρθοκραιράων
·
αἳ
δὲ
βόες
χρυσοῖο
τετεύχατο
κασσιτέρου
τε
,
μυκηθμῷ
δʼ
ἀπὸ
κόπρου
ἐπεσσεύοντο
νομὸν
δὲ
575
πὰρ
ποταμὸν
κελάδοντα
,
παρὰ
ῥοδανὸν
δονακῆα
.
χρύσειοι
δὲ
νομῆες
ἅμʼ
ἐστιχόωντο
βόεσσι
τέσσαρες
,
ἐννέα
δέ
σφι
κύνες
πόδας
ἀργοὶ
ἕποντο
.
σμερδαλέω
δὲ
λέοντε
δύʼ
ἐν
πρώτῃσι
βόεσσι
ταῦρον
ἐρύγμηλον
ἐχέτην
·
ὃ
δὲ
μακρὰ
μεμυκὼς
580
ἕλκετο
·
τὸν
δὲ
κύνες
μετεκίαθον
ἠδʼ
αἰζηοί
.
τὼ
μὲν
ἀναρρήξαντε
βοὸς
μεγάλοιο
βοείην
ἔγκατα
καὶ
μέλαν
αἷμα
λαφύσσετον
·
οἳ
δὲ
νομῆες
αὔτως
ἐνδίεσαν
ταχέας
κύνας
ὀτρύνοντες
.
οἳ
δʼ
ἤτοι
δακέειν
μὲν
ἀπετρωπῶντο
λεόντων
,
585
ἱστάμενοι
δὲ
μάλʼ
ἐγγὺς
ὑλάκτεον
ἔκ
τʼ
ἀλέοντο
.
ἐν
δὲ
νομὸν
ποίησε
περικλυτὸς
ἀμφιγυήεις
ἐν
καλῇ
βήσσῃ
μέγαν
οἰῶν
ἀργεννάων
,
σταθμούς
τε
κλισίας
τε
κατηρεφέας
ἰδὲ
σηκούς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.