ἦ
ῥα
καὶ
ἔγχος
ἀφῆκεν
,
ἑκὼν
δʼ
ἡμάρτανε
φωτός
·
δεξιτερὸν
δʼ
ὑπὲρ
ὦμον
ἐΰξου
δουρὸς
ἀκωκὴ
ἐν
γαίῃ
ἐπάγη
·
ὃ
δʼ
ἄρʼ
ἔστη
τάρβησέν
τε
βαμβαίνων
·
ἄραβος
δὲ
διὰ
στόμα
γίγνετʼ
ὀδόντων
·
375
χλωρὸς
ὑπαὶ
δείους
·
τὼ
δʼ
ἀσθμαίνοντε
κιχήτην
,
χειρῶν
δʼ
ἁψάσθην
·
ὃ
δὲ
δακρύσας
ἔπος
ηὔδα
·
ζωγρεῖτʼ
,
αὐτὰρ
ἐγὼν
ἐμὲ
λύσομαι
·
ἔστι
γὰρ
ἔνδον
χαλκός
τε
χρυσός
τε
πολύκμητός
τε
σίδηρος
,
τῶν
κʼ
ὔμμιν
χαρίσαιτο
πατὴρ
ἀπερείσιʼ
ἄποινα
380
εἴ
κεν
ἐμὲ
ζωὸν
πεπύθοιτʼ
ἐπὶ
νηυσὶν
Ἀχαιῶν
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
θάρσει
,
μηδέ
τί
τοι
θάνατος
καταθύμιος
ἔστω
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
·
πῇ
δὴ
οὕτως
ἐπὶ
νῆας
ἀπὸ
στρατοῦ
ἔρχεαι
οἶος
385
νύκτα
διʼ
ὀρφναίην
,
ὅτε
θʼ
εὕδουσι
βροτοὶ
ἄλλοι
;
ἤ
τινα
συλήσων
νεκύων
κατατεθνηώτων
;
ἦ
σʼ
Ἕκτωρ
προέηκε
διασκοπιᾶσθαι
ἕκαστα
νῆας
ἔπι
γλαφυράς
;
ἦ
σʼ
αὐτὸν
θυμὸς
ἀνῆκε
;
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Δόλων
,
ὑπὸ
δʼ
ἔτρεμε
γυῖα
·
390
πολλῇσίν
μʼ
ἄτῃσι
παρὲκ
νόον
ἤγαγεν
Ἕκτωρ
,
ὅς
μοι
Πηλεΐωνος
ἀγαυοῦ
μώνυχας
ἵππους
δωσέμεναι
κατένευσε
καὶ
ἅρματα
ποικίλα
χαλκῷ
,
ἠνώγει
δέ
μʼ
ἰόντα
θοὴν
διὰ
νύκτα
μέλαιναν
ἀνδρῶν
δυσμενέων
σχεδὸν
ἐλθέμεν
,
ἔκ
τε
πυθέσθαι
395
ἠὲ
φυλάσσονται
νῆες
θοαὶ
ὡς
τὸ
πάρος
περ
,
ἦ
ἤδη
χείρεσσιν
ὑφʼ
ἡμετέρῃσι
δαμέντες
φύξιν
βουλεύουσι
μετὰ
σφίσιν
,
οὐδʼ
ἐθέλουσι
νύκτα
φυλασσέμεναι
,
καμάτῳ
ἀδηκότες
αἰνῷ
.
τὸν
δʼ
ἐπιμειδήσας
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
400
ἦ
ῥά
νύ
τοι
μεγάλων
δώρων
ἐπεμαίετο
θυμὸς
ἵππων
Αἰακίδαο
δαΐφρονος
·
οἳ
δʼ
ἀλεγεινοὶ
ἀνδράσι
γε
θνητοῖσι
δαμήμεναι
ἠδʼ
ὀχέεσθαι
ἄλλῳ
γʼ
ἢ
Ἀχιλῆϊ
,
τὸν
ἀθανάτη
τέκε
μήτηρ
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
καὶ
ἀτρεκέως
κατάλεξον
·
405
ποῦ
νῦν
δεῦρο
κιὼν
λίπες
Ἕκτορα
ποιμένα
λαῶν
;
ποῦ
δέ
οἱ
ἔντεα
κεῖται
ἀρήϊα
,
ποῦ
δέ
οἱ
ἵπποι
;
πῶς
δαὶ
τῶν
ἄλλων
Τρώων
φυλακαί
τε
καὶ
εὐναί
;
ἅσσά
τε
μητιόωσι
μετὰ
σφίσιν
,
ἢ
μεμάασιν
αὖθι
μένειν
παρὰ
νηυσὶν
ἀπόπροθεν
,
ἦε
πόλιν
δὲ
410
ἂψ
ἀναχωρήσουσιν
,
ἐπεὶ
δαμάσαντό
γʼ
Ἀχαιούς
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.