οἳ
δʼ
ὅτε
δὴ
κλισίῃσιν
ἐν
Ἀτρεΐδαο
γένοντο
,
τοῖσι
δὲ
βοῦν
ἱέρευσεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
ἄρσενα
πενταέτηρον
ὑπερμενέϊ
Κρονίωνι
.
315
τὸν
δέρον
ἀμφί
θʼ
ἕπον
,
καί
μιν
διέχευαν
ἅπαντα
,
μίστυλλόν
τʼ
ἄρʼ
ἐπισταμένως
πεῖράν
τʼ
ὀβελοῖσιν
,
ὄπτησάν
τε
περιφραδέως
,
ἐρύσαντό
τε
πάντα
.
αὐτὰρ
ἐπεὶ
παύσαντο
πόνου
τετύκοντό
τε
δαῖτα
,
δαίνυντʼ
,
οὐδέ
τι
θυμὸς
ἐδεύετο
δαιτὸς
ἐΐσης
·
320
νώτοισιν
δʼ
Αἴαντα
διηνεκέεσσι
γέραιρεν
ἥρως
Ἀτρεΐδης
εὐρὺ
κρείων
Ἀγαμέμνων
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
τοῖς
ὁ
γέρων
πάμπρωτος
ὑφαίνειν
ἤρχετο
μῆτιν
Νέστωρ
,
οὗ
καὶ
πρόσθεν
ἀρίστη
φαίνετο
βουλή
·
325
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
Ἀτρεΐδη
τε
καὶ
ἄλλοι
ἀριστῆες
Παναχαιῶν
,
πολλοὶ
γὰρ
τεθνᾶσι
κάρη
κομόωντες
Ἀχαιοί
,
τῶν
νῦν
αἷμα
κελαινὸν
ἐΰρροον
ἀμφὶ
Σκάμανδρον
ἐσκέδασʼ
ὀξὺς
Ἄρης
,
ψυχαὶ
δʼ
Ἄϊδος
δὲ
κατῆλθον
·
330
τώ
σε
χρὴ
πόλεμον
μὲν
ἅμʼ
ἠοῖ
παῦσαι
Ἀχαιῶν
,
αὐτοὶ
δʼ
ἀγρόμενοι
κυκλήσομεν
ἐνθάδε
νεκροὺς
βουσὶ
καὶ
ἡμιόνοισιν
·
ἀτὰρ
κατακήομεν
αὐτοὺς
τυτθὸν
ἀπὸ
πρὸ
νεῶν
,
ὥς
κʼ
ὀστέα
παισὶν
ἕκαστος
οἴκαδʼ
ἄγῃ
ὅτʼ
ἂν
αὖτε
νεώμεθα
πατρίδα
γαῖαν
.
335
τύμβον
δʼ
ἀμφὶ
πυρὴν
ἕνα
χεύομεν
ἐξαγαγόντες
ἄκριτον
ἐκ
πεδίου
·
ποτὶ
δʼ
αὐτὸν
δείμομεν
ὦκα
πύργους
ὑψηλοὺς
εἶλαρ
νηῶν
τε
καὶ
αὐτῶν
.
ἐν
δʼ
αὐτοῖσι
πύλας
ποιήσομεν
εὖ
ἀραρυίας
,
ὄφρα
διʼ
αὐτάων
ἱππηλασίη
ὁδὸς
εἴη
·
340
ἔκτοσθεν
δὲ
βαθεῖαν
ὀρύξομεν
ἐγγύθι
τάφρον
,
ἥ
χʼ
ἵππον
καὶ
λαὸν
ἐρυκάκοι
ἀμφὶς
ἐοῦσα
,
μή
ποτʼ
ἐπιβρίσῃ
πόλεμος
Τρώων
ἀγερώχων
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἐπῄνησαν
βασιλῆες
.
Τρώων
αὖτʼ
ἀγορὴ
γένετʼ
Ἰλίου
ἐν
πόλει
ἄκρῃ
345
δεινὴ
τετρηχυῖα
,
παρὰ
Πριάμοιο
θύρῃσι
·
τοῖσιν
δʼ
Ἀντήνωρ
πεπνυμένος
ἦρχʼ
ἀγορεύειν
·
κέκλυτέ
μευ
Τρῶες
καὶ
Δάρδανοι
ἠδʼ
ἐπίκουροι
,
ὄφρʼ
εἴπω
τά
με
θυμὸς
ἐνὶ
στήθεσσι
κελεύει
.
δεῦτʼ
ἄγετʼ
Ἀργείην
Ἑλένην
καὶ
κτήμαθʼ
ἅμʼ
αὐτῇ
350
δώομεν
Ἀτρεΐδῃσιν
ἄγειν
·
νῦν
δʼ
ὅρκια
πιστὰ
ψευσάμενοι
μαχόμεσθα
·
τὼ
οὔ
νύ
τι
κέρδιον
ἡμῖν
ἔλπομαι
ἐκτελέεσθαι
,
ἵνα
μὴ
ῥέξομεν
ὧδε
.
ἤτοι
ὅ
γʼ
ὣς
εἰπὼν
κατʼ
ἄρʼ
ἕζετο
·
τοῖσι
δʼ
ἀνέστη
δῖος
Ἀλέξανδρος
Ἑλένης
πόσις
ἠϋκόμοιο
,
355
ὅς
μιν
ἀμειβόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἀντῆνορ
σὺ
μὲν
οὐκέτʼ
ἐμοὶ
φίλα
ταῦτʼ
ἀγορεύεις
·
οἶσθα
καὶ
ἄλλον
μῦθον
ἀμείνονα
τοῦδε
νοῆσαι
.
εἰ
δʼ
ἐτεὸν
δὴ
τοῦτον
ἀπὸ
σπουδῆς
ἀγορεύεις
,
ἐξ
ἄρα
δή
τοι
ἔπειτα
θεοὶ
φρένας
ὤλεσαν
αὐτοί
.
360
αὐτὰρ
ἐγὼ
Τρώεσσι
μεθʼ
ἱπποδάμοις
ἀγορεύσω
·
ἀντικρὺ
δʼ
ἀπόφημι
γυναῖκα
μὲν
οὐκ
ἀποδώσω
·
κτήματα
δʼ
ὅσσʼ
ἀγόμην
ἐξ
Ἄργεος
ἡμέτερον
δῶ
πάντʼ
ἐθέλω
δόμεναι
καὶ
οἴκοθεν
ἄλλʼ
ἐπιθεῖναι
.
ἤτοι
ὅ
γʼ
ὣς
εἰπὼν
κατʼ
ἄρʼ
ἕζετο
·
τοῖσι
δʼ
ἀνέστη
365
Δαρδανίδης
Πρίαμος
,
θεόφιν
μήστωρ
ἀτάλαντος
,
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπε
·
κέκλυτέ
μευ
Τρῶες
καὶ
Δάρδανοι
ἠδʼ
ἐπίκουροι
,
ὄφρʼ
εἴπω
τά
με
θυμὸς
ἐνὶ
στήθεσσι
κελεύει
.
νῦν
μὲν
δόρπον
ἕλεσθε
κατὰ
πτόλιν
ὡς
τὸ
πάρος
περ
,
370
καὶ
φυλακῆς
μνήσασθε
καὶ
ἐγρήγορθε
ἕκαστος
·
ἠῶθεν
δʼ
Ἰδαῖος
ἴτω
κοίλας
ἐπὶ
νῆας
εἰπέμεν
Ἀτρεΐδῃς
Ἀγαμέμνονι
καὶ
Μενελάῳ
μῦθον
Ἀλεξάνδροιο
,
τοῦ
εἵνεκα
νεῖκος
ὄρωρε
·
καὶ
δὲ
τόδʼ
εἰπέμεναι
πυκινὸν
ἔπος
,
αἴ
κʼ
ἐθέλωσι
375
παύσασθαι
πολέμοιο
δυσηχέος
,
εἰς
ὅ
κε
νεκροὺς
κήομεν
·
ὕστερον
αὖτε
μαχησόμεθʼ
εἰς
ὅ
κε
δαίμων
ἄμμε
διακρίνῃ
,
δώῃ
δʼ
ἑτέροισί
γε
νίκην
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδʼ
ἐπίθοντο
·
δόρπον
ἔπειθʼ
εἵλοντο
κατὰ
στρατὸν
ἐν
τελέεσσιν
·
380
ἠῶθεν
δʼ
Ἰδαῖος
ἔβη
κοίλας
ἐπὶ
νῆας
·
τοὺς
δʼ
εὗρʼ
εἰν
ἀγορῇ
Δαναοὺς
θεράποντας
Ἄρηος
νηῒ
πάρα
πρύμνῃ
Ἀγαμέμνονος
·
αὐτὰρ
ὃ
τοῖσι
στὰς
ἐν
μέσσοισιν
μετεφώνεεν
ἠπύτα
κῆρυξ
·
Ἀτρεΐδη
τε
καὶ
ἄλλοι
ἀριστῆες
Παναχαιῶν
385
ἠνώγει
Πρίαμός
τε
καὶ
ἄλλοι
Τρῶες
ἀγαυοὶ
εἰπεῖν
,
αἴ
κέ
περ
ὔμμι
φίλον
καὶ
ἡδὺ
γένοιτο
,
μῦθον
Ἀλεξάνδροιο
,
τοῦ
εἵνεκα
νεῖκος
ὄρωρε
·
κτήματα
μὲν
ὅσʼ
Ἀλέξανδρος
κοίλῃς
ἐνὶ
νηυσὶν
ἠγάγετο
Τροίηνδʼ
·
ὡς
πρὶν
ὤφελλʼ
ἀπολέσθαι
·
390
πάντʼ
ἐθέλει
δόμεναι
καὶ
οἴκοθεν
ἄλλʼ
ἐπιθεῖναι
·
κουριδίην
δʼ
ἄλοχον
Μενελάου
κυδαλίμοιο
οὔ
φησιν
δώσειν
·
ἦ
μὴν
Τρῶές
γε
κέλονται
.
καὶ
δὲ
τόδʼ
ἠνώγεον
εἰπεῖν
ἔπος
αἴ
κʼ
ἐθέλητε
παύσασθαι
πολέμοιο
δυσηχέος
εἰς
ὅ
κε
νεκροὺς
395
κήομεν
·
ὕστερον
αὖτε
μαχησόμεθʼ
εἰς
ὅ
κε
δαίμων
ἄμμε
διακρίνῃ
,
δώῃ
δʼ
ἑτέροισί
γε
νίκην
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἀκὴν
ἐγένοντο
σιωπῇ
·
ὀψὲ
δὲ
δὴ
μετέειπε
βοὴν
ἀγαθὸς
Διομήδης
·
μήτʼ
ἄρ
τις
νῦν
κτήματʼ
Ἀλεξάνδροιο
δεχέσθω
400
μήθʼ
Ἑλένην
·
γνωτὸν
δὲ
καὶ
ὃς
μάλα
νήπιός
ἐστιν
ὡς
ἤδη
Τρώεσσιν
ὀλέθρου
πείρατʼ
ἐφῆπται
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
πάντες
ἐπίαχον
υἷες
Ἀχαιῶν
μῦθον
ἀγασσάμενοι
Διομήδεος
ἱπποδάμοιο
·
καὶ
τότʼ
ἄρʼ
Ἰδαῖον
προσέφη
κρείων
Ἀγαμέμνων
·
405
Ἰδαῖʼ
ἤτοι
μῦθον
Ἀχαιῶν
αὐτὸς
ἀκούεις
ὥς
τοι
ὑποκρίνονται
·
ἐμοὶ
δʼ
ἐπιανδάνει
οὕτως
ἀμφὶ
δὲ
νεκροῖσιν
κατακαιέμεν
οὔ
τι
μεγαίρω
·
οὐ
γάρ
τις
φειδὼ
νεκύων
κατατεθνηώτων
γίγνετʼ
ἐπεί
κε
θάνωσι
πυρὸς
μειλισσέμεν
ὦκα
.
410
ὅρκια
δὲ
Ζεὺς
ἴστω
ἐρίγδουπος
πόσις
Ἥρης
.
ὣς
εἰπὼν
τὸ
σκῆπτρον
ἀνέσχεθε
πᾶσι
θεοῖσιν
,
ἄψορρον
δʼ
Ἰδαῖος
ἔβη
προτὶ
Ἴλιον
ἱρήν
.
οἳ
δʼ
ἕατʼ
εἰν
ἀγορῇ
Τρῶες
καὶ
Δαρδανίωνες
πάντες
ὁμηγερέες
,
ποτιδέγμενοι
ὁππότʼ
ἄρʼ
ἔλθοι
415
Ἰδαῖος
·
ὃ
δʼ
ἄρʼ
ἦλθε
καὶ
ἀγγελίην
ἀπέειπε
στὰς
ἐν
μέσσοισιν
·
τοὶ
δʼ
ὁπλίζοντο
μάλʼ
ὦκα
,
ἀμφότερον
νέκυάς
τʼ
ἀγέμεν
ἕτεροι
δὲ
μεθʼ
ὕλην
·
Ἀργεῖοι
δʼ
ἑτέρωθεν
ἐϋσσέλμων
ἀπὸ
νηῶν
ὀτρύνοντο
νέκυς
τʼ
ἀγέμεν
,
ἕτεροι
δὲ
μεθʼ
ὕλην
.
420
Ἠέλιος
μὲν
ἔπειτα
νέον
προσέβαλλεν
ἀρούρας
ἐξ
ἀκαλαρρείταο
βαθυρρόου
Ὠκεανοῖο
οὐρανὸν
εἰσανιών
·
οἳ
δʼ
ἤντεον
ἀλλήλοισιν
.
ἔνθα
διαγνῶναι
χαλεπῶς
ἦν
ἄνδρα
ἕκαστον
·
ἀλλʼ
ὕδατι
νίζοντες
ἄπο
βρότον
αἱματόεντα
425
δάκρυα
θερμὰ
χέοντες
ἀμαξάων
ἐπάειραν
.
οὐδʼ
εἴα
κλαίειν
Πρίαμος
μέγας
·
οἳ
δὲ
σιωπῇ
νεκροὺς
πυρκαϊῆς
ἐπινήνεον
ἀχνύμενοι
κῆρ
,
ἐν
δὲ
πυρὶ
πρήσαντες
ἔβαν
προτὶ
Ἴλιον
ἱρήν
.
ὣς
δʼ
αὔτως
ἑτέρωθεν
ἐϋκνήμιδες
Ἀχαιοὶ
430
νεκροὺς
πυρκαϊῆς
ἐπινήνεον
ἀχνύμενοι
κῆρ
,
ἐν
δὲ
πυρὶ
πρήσαντες
ἔβαν
κοίλας
ἐπὶ
νῆας
.
ἦμος
δʼ
οὔτʼ
ἄρ
πω
ἠώς
,
ἔτι
δʼ
ἀμφιλύκη
νύξ
,
τῆμος
ἄρʼ
ἀμφὶ
πυρὴν
κριτὸς
ἔγρετο
λαὸς
Ἀχαιῶν
,
τύμβον
δʼ
ἀμφʼ
αὐτὴν
ἕνα
ποίεον
ἐξαγαγόντες
435
ἄκριτον
ἐκ
πεδίου
,
ποτὶ
δʼ
αὐτὸν
τεῖχος
ἔδειμαν
πύργους
θʼ
ὑψηλούς
,
εἶλαρ
νηῶν
τε
καὶ
αὐτῶν
.
ἐν
δʼ
αὐτοῖσι
πύλας
ἐνεποίεον
εὖ
ἀραρυίας
,
ὄφρα
διʼ
αὐτάων
ἱππηλασίη
ὁδὸς
εἴη
·
ἔκτοσθεν
δὲ
βαθεῖαν
ἐπʼ
αὐτῷ
τάφρον
ὄρυξαν
440
εὐρεῖαν
μεγάλην
,
ἐν
δὲ
σκόλοπας
κατέπηξαν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.