ὣς
οἳ
μὲν
κατὰ
ἄστυ
πεφυζότες
ἠΰτε
νεβροὶ
1
ἱδρῶ
ἀπεψύχοντο
πίον
τʼ
ἀκέοντό
τε
δίψαν
κεκλιμένοι
καλῇσιν
ἐπάλξεσιν
·
αὐτὰρ
Ἀχαιοὶ
τείχεος
ἆσσον
ἴσαν
σάκεʼ
ὤμοισι
κλίναντες
.
Ἕκτορα
δʼ
αὐτοῦ
μεῖναι
ὀλοιὴ
μοῖρα
πέδησεν
5
Ἰλίου
προπάροιθε
πυλάων
τε
Σκαιάων
.
αὐτὰρ
Πηλείωνα
προσηύδα
Φοῖβος
Ἀπόλλων
·
τίπτέ
με
Πηλέος
υἱὲ
ποσὶν
ταχέεσσι
διώκεις
αὐτὸς
θνητὸς
ἐὼν
θεὸν
ἄμβροτον
;
οὐδέ
νύ
πώ
με
ἔγνως
ὡς
θεός
εἰμι
,
σὺ
δʼ
ἀσπερχὲς
μενεαίνεις
.
10
ἦ
νύ
τοι
οὔ
τι
μέλει
Τρώων
πόνος
,
οὓς
ἐφόβησας
,
οἳ
δή
τοι
εἰς
ἄστυ
ἄλεν
,
σὺ
δὲ
δεῦρο
λιάσθης
.
οὐ
μέν
με
κτενέεις
,
ἐπεὶ
οὔ
τοι
μόρσιμός
εἰμι
.
τὸν
δὲ
μέγʼ
ὀχθήσας
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
ἔβλαψάς
μʼ
ἑκάεργε
θεῶν
ὀλοώτατε
πάντων
15
ἐνθάδε
νῦν
τρέψας
ἀπὸ
τείχεος
·
ἦ
κʼ
ἔτι
πολλοὶ
γαῖαν
ὀδὰξ
εἷλον
πρὶν
Ἴλιον
εἰσαφικέσθαι
.
νῦν
δʼ
ἐμὲ
μὲν
μέγα
κῦδος
ἀφείλεο
,
τοὺς
δὲ
σάωσας
ῥηϊδίως
,
ἐπεὶ
οὔ
τι
τίσιν
γʼ
ἔδεισας
ὀπίσσω
.
ἦ
σʼ
ἂν
τισαίμην
,
εἴ
μοι
δύναμίς
γε
παρείη
.
20
ὣς
εἰπὼν
προτὶ
ἄστυ
μέγα
φρονέων
ἐβεβήκει
,
σευάμενος
ὥς
θʼ
ἵππος
ἀεθλοφόρος
σὺν
ὄχεσφιν
,
ὅς
ῥά
τε
ῥεῖα
θέῃσι
τιταινόμενος
πεδίοιο
·
ὣς
Ἀχιλεὺς
λαιψηρὰ
πόδας
καὶ
γούνατʼ
ἐνώμα
.
τὸν
δʼ
ὃ
γέρων
Πρίαμος
πρῶτος
ἴδεν
ὀφθαλμοῖσι
25
παμφαίνονθʼ
ὥς
τʼ
ἀστέρʼ
ἐπεσσύμενον
πεδίοιο
,
ὅς
ῥά
τʼ
ὀπώρης
εἶσιν
,
ἀρίζηλοι
δέ
οἱ
αὐγαὶ
φαίνονται
πολλοῖσι
μετʼ
ἀστράσι
νυκτὸς
ἀμολγῷ
,
ὅν
τε
κύνʼ
Ὠρίωνος
ἐπίκλησιν
καλέουσι
.
λαμπρότατος
μὲν
ὅ
γʼ
ἐστί
,
κακὸν
δέ
τε
σῆμα
τέτυκται
,
30
καί
τε
φέρει
πολλὸν
πυρετὸν
δειλοῖσι
βροτοῖσιν
·
ὣς
τοῦ
χαλκὸς
ἔλαμπε
περὶ
στήθεσσι
θέοντος
.
ᾤμωξεν
δʼ
ὃ
γέρων
,
κεφαλὴν
δʼ
ὅ
γε
κόψατο
χερσὶν
ὑψόσʼ
ἀνασχόμενος
,
μέγα
δʼ
οἰμώξας
ἐγεγώνει
λισσόμενος
φίλον
υἱόν
·
ὃ
δὲ
προπάροιθε
πυλάων
35
ἑστήκει
ἄμοτον
μεμαὼς
Ἀχιλῆϊ
μάχεσθαι
·
τὸν
δʼ
ὃ
γέρων
ἐλεεινὰ
προσηύδα
χεῖρας
ὀρεγνύς
·
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.