οἳ
μὲν
τὰ
προϊδόντες
ἐπέδραμον
,
ὦκα
δʼ
ἔπειτα
τάμνοντʼ
ἀμφὶ
βοῶν
ἀγέλας
καὶ
πώεα
καλὰ
ἀργεννέων
οἰῶν
,
κτεῖνον
δʼ
ἐπὶ
μηλοβοτῆρας
.
οἳ
δʼ
ὡς
οὖν
ἐπύθοντο
πολὺν
κέλαδον
παρὰ
βουσὶν
530
εἰράων
προπάροιθε
καθήμενοι
,
αὐτίκʼ
ἐφʼ
ἵππων
βάντες
ἀερσιπόδων
μετεκίαθον
,
αἶψα
δʼ
ἵκοντο
.
στησάμενοι
δʼ
ἐμάχοντο
μάχην
ποταμοῖο
παρʼ
ὄχθας
,
βάλλον
δʼ
ἀλλήλους
χαλκήρεσιν
ἐγχείῃσιν
.
ἐν
δʼ
Ἔρις
ἐν
δὲ
Κυδοιμὸς
ὁμίλεον
,
ἐν
δʼ
ὀλοὴ
Κήρ
,
535
ἄλλον
ζωὸν
ἔχουσα
νεούτατον
,
ἄλλον
ἄουτον
,
ἄλλον
τεθνηῶτα
κατὰ
μόθον
ἕλκε
ποδοῖιν
·
εἷμα
δʼ
ἔχʼ
ἀμφʼ
ὤμοισι
δαφοινεὸν
αἵματι
φωτῶν
.
ὡμίλευν
δʼ
ὥς
τε
ζωοὶ
βροτοὶ
ἠδʼ
ἐμάχοντο
,
νεκρούς
τʼ
ἀλλήλων
ἔρυον
κατατεθνηῶτας
.
540
ἐν
δʼ
ἐτίθει
νειὸν
μαλακὴν
πίειραν
ἄρουραν
εὐρεῖαν
τρίπολον
·
πολλοὶ
δʼ
ἀροτῆρες
ἐν
αὐτῇ
ζεύγεα
δινεύοντες
ἐλάστρεον
ἔνθα
καὶ
ἔνθα
.
οἳ
δʼ
ὁπότε
στρέψαντες
ἱκοίατο
τέλσον
ἀρούρης
,
τοῖσι
δʼ
ἔπειτʼ
ἐν
χερσὶ
δέπας
μελιηδέος
οἴνου
545
δόσκεν
ἀνὴρ
ἐπιών
·
τοὶ
δὲ
στρέψασκον
ἀνʼ
ὄγμους
,
ἱέμενοι
νειοῖο
βαθείης
τέλσον
ἱκέσθαι
.
ἣ
δὲ
μελαίνετʼ
ὄπισθεν
,
ἀρηρομένῃ
δὲ
ἐῴκει
,
χρυσείη
περ
ἐοῦσα
·
τὸ
δὴ
περὶ
θαῦμα
τέτυκτο
.
ἐν
δʼ
ἐτίθει
τέμενος
βασιλήϊον
·
ἔνθα
δʼ
ἔριθοι
550
ἤμων
ὀξείας
δρεπάνας
ἐν
χερσὶν
ἔχοντες
.
δράγματα
δʼ
ἄλλα
μετʼ
ὄγμον
ἐπήτριμα
πῖπτον
ἔραζε
,
ἄλλα
δʼ
ἀμαλλοδετῆρες
ἐν
ἐλλεδανοῖσι
δέοντο
.
τρεῖς
δʼ
ἄρʼ
ἀμαλλοδετῆρες
ἐφέστασαν
·
αὐτὰρ
ὄπισθε
παῖδες
δραγμεύοντες
ἐν
ἀγκαλίδεσσι
φέροντες
555
ἀσπερχὲς
πάρεχον
·
βασιλεὺς
δʼ
ἐν
τοῖσι
σιωπῇ
σκῆπτρον
ἔχων
ἑστήκει
ἐπʼ
ὄγμου
γηθόσυνος
κῆρ
.
κήρυκες
δʼ
ἀπάνευθεν
ὑπὸ
δρυῒ
δαῖτα
πένοντο
,
βοῦν
δʼ
ἱερεύσαντες
μέγαν
ἄμφεπον
·
αἳ
δὲ
γυναῖκες
δεῖπνον
ἐρίθοισιν
λεύκʼ
ἄλφιτα
πολλὰ
πάλυνον
.
560
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.