ὣς
ὃ
μὲν
ἀτρέμας
εὗδε
πατὴρ
ἀνὰ
Γαργάρῳ
ἄκρῳ
,
ὕπνῳ
καὶ
φιλότητι
δαμείς
,
ἔχε
δʼ
ἀγκὰς
ἄκοιτιν
·
βῆ
δὲ
θέειν
ἐπὶ
νῆας
Ἀχαιῶν
νήδυμος
Ὕπνος
ἀγγελίην
ἐρέων
γαιηόχῳ
ἐννοσιγαίῳ
·
355
ἀγχοῦ
δʼ
ἱστάμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
πρόφρων
νῦν
Δαναοῖσι
Ποσείδαον
ἐπάμυνε
,
καί
σφιν
κῦδος
ὄπαζε
μίνυνθά
περ
,
ὄφρʼ
ἔτι
εὕδει
Ζεύς
,
ἐπεὶ
αὐτῷ
ἐγὼ
μαλακὸν
περὶ
κῶμʼ
ἐκάλυψα
·
Ἥρη
δʼ
ἐν
φιλότητι
παρήπαφεν
εὐνηθῆναι
.
360
ὣς
εἰπὼν
ὃ
μὲν
ᾤχετʼ
ἐπὶ
κλυτὰ
φῦλʼ
ἀνθρώπων
,
τὸν
δʼ
ἔτι
μᾶλλον
ἀνῆκεν
ἀμυνέμεναι
Δαναοῖσιν
.
αὐτίκα
δʼ
ἐν
πρώτοισι
μέγα
προθορὼν
ἐκέλευσεν
·
Ἀργεῖοι
καὶ
δʼ
αὖτε
μεθίεμεν
Ἕκτορι
νίκην
Πριαμίδῃ
,
ἵνα
νῆας
ἕλῃ
καὶ
κῦδος
ἄρηται
;
365
ἀλλʼ
ὃ
μὲν
οὕτω
φησὶ
καὶ
εὔχεται
οὕνεκʼ
Ἀχιλλεὺς
νηυσὶν
ἔπι
γλαφυρῇσι
μένει
κεχολωμένος
ἦτορ
·
κείνου
δʼ
οὔ
τι
λίην
ποθὴ
ἔσσεται
,
εἴ
κεν
οἳ
ἄλλοι
ἡμεῖς
ὀτρυνώμεθʼ
ἀμυνέμεν
ἀλλήλοισιν
.
ἀλλʼ
ἄγεθʼ
ὡς
ἂν
ἐγὼ
εἴπω
πειθώμεθα
πάντες
·
370
ἀσπίδες
ὅσσαι
ἄρισται
ἐνὶ
στρατῷ
ἠδὲ
μέγισται
ἑσσάμενοι
,
κεφαλὰς
δὲ
παναίθῃσιν
κορύθεσσι
κρύψαντες
,
χερσίν
τε
τὰ
μακρότατʼ
ἔγχεʼ
ἑλόντες
ἴομεν
·
αὐτὰρ
ἐγὼν
ἡγήσομαι
,
οὐδʼ
ἔτι
φημὶ
Ἕκτορα
Πριαμίδην
μενέειν
μάλα
περ
μεμαῶτα
.
375
ὃς
δέ
κʼ
ἀνὴρ
μενέχαρμος
,
ἔχει
δʼ
ὀλίγον
σάκος
ὤμῳ
,
χείρονι
φωτὶ
δότω
,
ὃ
δʼ
ἐν
ἀσπίδι
μείζονι
δύτω
.
ὣς
ἔφαθʼ
,
οἳ
δʼ
ἄρα
τοῦ
μάλα
μὲν
κλύον
ἠδὲ
πίθοντο
·
τοὺς
δʼ
αὐτοὶ
βασιλῆες
ἐκόσμεον
οὐτάμενοί
περ
Τυδεΐδης
Ὀδυσεύς
τε
καὶ
Ἀτρεΐδης
Ἀγαμέμνων
·
380
οἰχόμενοι
δʼ
ἐπὶ
πάντας
ἀρήϊα
τεύχεʼ
ἄμειβον
·
ἐσθλὰ
μὲν
ἐσθλὸς
ἔδυνε
,
χέρεια
δὲ
χείρονι
δόσκεν
.
αὐτὰρ
ἐπεί
ῥʼ
ἕσσαντο
περὶ
χροῒ
νώροπα
χαλκὸν
βάν
ῥʼ
ἴμεν
·
ἦρχε
δʼ
ἄρά
σφι
Ποσειδάων
ἐνοσίχθων
δεινὸν
ἄορ
τανύηκες
ἔχων
ἐν
χειρὶ
παχείῃ
385
εἴκελον
ἀστεροπῇ
·
τῷ
δʼ
οὐ
θέμις
ἐστὶ
μιγῆναι
ἐν
δαῒ
λευγαλέῃ
,
ἀλλὰ
δέος
ἰσχάνει
ἄνδρας
.
Τρῶας
δʼ
αὖθʼ
ἑτέρωθεν
ἐκόσμει
φαίδιμος
Ἕκτωρ
.
δή
ῥα
τότʼ
αἰνοτάτην
ἔριδα
πτολέμοιο
τάνυσσαν
κυανοχαῖτα
Ποσειδάων
καὶ
φαίδιμος
Ἕκτωρ
,
390
ἤτοι
ὃ
μὲν
Τρώεσσιν
,
ὃ
δʼ
Ἀργείοισιν
ἀρήγων
.
ἐκλύσθη
δὲ
θάλασσα
ποτὶ
κλισίας
τε
νέας
τε
Ἀργείων
·
οἳ
δὲ
ξύνισαν
μεγάλῳ
ἀλαλητῷ
.
οὔτε
θαλάσσης
κῦμα
τόσον
βοάᾳ
ποτὶ
χέρσον
ποντόθεν
ὀρνύμενον
πνοιῇ
Βορέω
ἀλεγεινῇ
·
395
οὔτε
πυρὸς
τόσσός
γε
ποτὶ
βρόμος
αἰθομένοιο
οὔρεος
ἐν
βήσσῃς
,
ὅτε
τʼ
ὤρετο
καιέμεν
ὕλην
·
οὔτʼ
ἄνεμος
τόσσόν
γε
περὶ
δρυσὶν
ὑψικόμοισι
ἠπύει
,
ὅς
τε
μάλιστα
μέγα
βρέμεται
χαλεπαίνων
,
ὅσση
ἄρα
Τρώων
καὶ
Ἀχαιῶν
ἔπλετο
φωνὴ
400
δεινὸν
ἀϋσάντων
,
ὅτʼ
ἐπʼ
ἀλλήλοισιν
ὄρουσαν
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.