τὸν
δʼ
ὡς
οὖν
ἐνόησʼ
Εὐαίμονος
ἀγλαὸς
υἱὸς
575
Εὐρύπυλος
πυκινοῖσι
βιαζόμενον
βελέεσσι
,
στῆ
ῥα
παρʼ
αὐτὸν
ἰών
,
καὶ
ἀκόντισε
δουρὶ
φαεινῷ
,
καὶ
βάλε
Φαυσιάδην
Ἀπισάονα
ποιμένα
λαῶν
ἧπαρ
ὑπὸ
πραπίδων
,
εἶθαρ
δʼ
ὑπὸ
γούνατʼ
ἔλυσεν
·
Εὐρύπυλος
δʼ
ἐπόρουσε
καὶ
αἴνυτο
τεύχεʼ
ἀπʼ
ὤμων
.
580
τὸν
δʼ
ὡς
οὖν
ἐνόησεν
Ἀλέξανδρος
θεοειδὴς
τεύχεʼ
ἀπαινύμενον
Ἀπισάονος
,
αὐτίκα
τόξον
ἕλκετʼ
ἐπʼ
Εὐρυπύλῳ
,
καί
μιν
βάλε
μηρὸν
ὀϊστῷ
δεξιόν
·
ἐκλάσθη
δὲ
δόναξ
,
ἐβάρυνε
δὲ
μηρόν
.
ἂψ
δʼ
ἑτάρων
εἰς
ἔθνος
ἐχάζετο
κῆρʼ
ἀλεείνων
,
585
ἤϋσεν
δὲ
διαπρύσιον
Δαναοῖσι
γεγωνώς
·
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
στῆτʼ
ἐλελιχθέντες
καὶ
ἀμύνετε
νηλεὲς
ἦμαρ
Αἴανθʼ
,
ὃς
βελέεσσι
βιάζεται
,
οὐδέ
ἕ
φημι
φεύξεσθʼ
ἐκ
πολέμοιο
δυσηχέος
·
ἀλλὰ
μάλʼ
ἄντην
590
ἵστασθʼ
ἀμφʼ
Αἴαντα
μέγαν
Τελαμώνιον
υἱόν
.
ὣς
ἔφατʼ
Εὐρύπυλος
βεβλημένος
·
οἳ
δὲ
παρʼ
αὐτὸν
πλησίοι
ἔστησαν
σάκεʼ
ὤμοισι
κλίναντες
δούρατʼ
ἀνασχόμενοι
·
τῶν
δʼ
ἀντίος
ἤλυθεν
Αἴας
.
στῆ
δὲ
μεταστρεφθείς
,
ἐπεὶ
ἵκετο
ἔθνος
ἑταίρων
.
595
ὣς
οἳ
μὲν
μάρναντο
δέμας
πυρὸς
αἰθομένοιο
·
Νέστορα
δʼ
ἐκ
πολέμοιο
φέρον
Νηλήϊαι
ἵπποι
ἱδρῶσαι
,
ἦγον
δὲ
Μαχάονα
ποιμένα
λαῶν
.
τὸν
δὲ
ἰδὼν
ἐνόησε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
ἑστήκει
γὰρ
ἐπὶ
πρυμνῇ
μεγακήτεϊ
νηῒ
600
εἰσορόων
πόνον
αἰπὺν
ἰῶκά
τε
δακρυόεσσαν
.
αἶψα
δʼ
ἑταῖρον
ἑὸν
Πατροκλῆα
προσέειπε
φθεγξάμενος
παρὰ
νηός
·
ὃ
δὲ
κλισίηθεν
ἀκούσας
ἔκμολεν
ἶσος
Ἄρηϊ
,
κακοῦ
δʼ
ἄρα
οἱ
πέλεν
ἀρχή
.
τὸν
πρότερος
προσέειπε
Μενοιτίου
ἄλκιμος
υἱός
·
605
τίπτέ
με
κικλήσκεις
Ἀχιλεῦ
;
τί
δέ
σε
χρεὼ
ἐμεῖο
;
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πόδας
ὠκὺς
Ἀχιλλεύς
·
δῖε
Μενοιτιάδη
τῷ
ἐμῷ
κεχαρισμένε
θυμῷ
νῦν
ὀΐω
περὶ
γούνατʼ
ἐμὰ
στήσεσθαι
Ἀχαιοὺς
λισσομένους
·
χρειὼ
γὰρ
ἱκάνεται
οὐκέτʼ
ἀνεκτός
.
610
ἀλλʼ
ἴθι
νῦν
Πάτροκλε
Διῒ
φίλε
Νέστορʼ
ἔρειο
ὅν
τινα
τοῦτον
ἄγει
βεβλημένον
ἐκ
πολέμοιο
·
ἤτοι
μὲν
τά
γʼ
ὄπισθε
Μαχάονι
πάντα
ἔοικε
τῷ
Ἀσκληπιάδῃ
,
ἀτὰρ
οὐκ
ἴδον
ὄμματα
φωτός
·
ἵπποι
γάρ
με
παρήϊξαν
πρόσσω
μεμαυῖαι
.
615
ὣς
φάτο
,
Πάτροκλος
δὲ
φίλῳ
ἐπεπείθεθʼ
ἑταίρῳ
,
βῆ
δὲ
θέειν
παρά
τε
κλισίας
καὶ
νῆας
Ἀχαιῶν
.
οἳ
δʼ
ὅτε
δὴ
κλισίην
Νηληϊάδεω
ἀφίκοντο
,
αὐτοὶ
μέν
ῥʼ
ἀπέβησαν
ἐπὶ
χθόνα
πουλυβότειραν
,
ἵππους
δʼ
Εὐρυμέδων
θεράπων
λύε
τοῖο
γέροντος
620
ἐξ
ὀχέων
·
τοὶ
δʼ
ἱδρῶ
ἀπεψύχοντο
χιτώνων
στάντε
ποτὶ
πνοιὴν
παρὰ
θῖνʼ
ἁλός
·
αὐτὰρ
ἔπειτα
ἐς
κλισίην
ἐλθόντες
ἐπὶ
κλισμοῖσι
κάθιζον
.
τοῖσι
δὲ
τεῦχε
κυκειῶ
ἐϋπλόκαμος
Ἑκαμήδη
,
τὴν
ἄρετʼ
ἐκ
Τενέδοιο
γέρων
,
ὅτε
πέρσεν
Ἀχιλλεύς
,
625
θυγατέρʼ
Ἀρσινόου
μεγαλήτορος
,
ἥν
οἱ
Ἀχαιοὶ
ἔξελον
οὕνεκα
βουλῇ
ἀριστεύεσκεν
ἁπάντων
.
ἥ
σφωϊν
πρῶτον
μὲν
ἐπιπροΐηλε
τράπεζαν
καλὴν
κυανόπεζαν
ἐΰξοον
,
αὐτὰρ
ἐπʼ
αὐτῆς
χάλκειον
κάνεον
,
ἐπὶ
δὲ
κρόμυον
ποτῷ
ὄψον
,
630
ἠδὲ
μέλι
χλωρόν
,
παρὰ
δʼ
ἀλφίτου
ἱεροῦ
ἀκτήν
,
πὰρ
δὲ
δέπας
περικαλλές
,
ὃ
οἴκοθεν
ἦγʼ
ὁ
γεραιός
,
χρυσείοις
ἥλοισι
πεπαρμένον
·
οὔατα
δʼ
αὐτοῦ
τέσσαρʼ
ἔσαν
,
δοιαὶ
δὲ
πελειάδες
ἀμφὶς
ἕκαστον
χρύσειαι
νεμέθοντο
,
δύω
δʼ
ὑπὸ
πυθμένες
ἦσαν
.
635
ἄλλος
μὲν
μογέων
ἀποκινήσασκε
τραπέζης
πλεῖον
ἐόν
,
Νέστωρ
δʼ
ὁ
γέρων
ἀμογητὶ
ἄειρεν
.
ἐν
τῷ
ῥά
σφι
κύκησε
γυνὴ
ἐϊκυῖα
θεῇσιν
οἴνῳ
Πραμνείῳ
,
ἐπὶ
δʼ
αἴγειον
κνῆ
τυρὸν
κνήστι
χαλκείῃ
,
ἐπὶ
δʼ
ἄλφιτα
λευκὰ
πάλυνε
,
640
πινέμεναι
δʼ
ἐκέλευσεν
,
ἐπεί
ῥʼ
ὥπλισσε
κυκειῶ
.
τὼ
δʼ
ἐπεὶ
οὖν
πίνοντʼ
ἀφέτην
πολυκαγκέα
δίψαν
μύθοισιν
τέρποντο
πρὸς
ἀλλήλους
ἐνέποντες
,
Πάτροκλος
δὲ
θύρῃσιν
ἐφίστατο
ἰσόθεος
φώς
.
τὸν
δὲ
ἰδὼν
ὁ
γεραιὸς
ἀπὸ
θρόνου
ὦρτο
φαεινοῦ
,
645
ἐς
δʼ
ἄγε
χειρὸς
ἑλών
,
κατὰ
δʼ
ἑδριάασθαι
ἄνωγε
.
Πάτροκλος
δʼ
ἑτέρωθεν
ἀναίνετο
εἶπέ
τε
μῦθον
·
οὐχ
ἕδος
ἐστὶ
γεραιὲ
διοτρεφές
,
οὐδέ
με
πείσεις
.
αἰδοῖος
νεμεσητὸς
ὅ
με
προέηκε
πυθέσθαι
ὅν
τινα
τοῦτον
ἄγεις
βεβλημένον
·
ἀλλὰ
καὶ
αὐτὸς
650
γιγνώσκω
,
ὁρόω
δὲ
Μαχάονα
ποιμένα
λαῶν
.
νῦν
δὲ
ἔπος
ἐρέων
πάλιν
ἄγγελος
εἶμʼ
Ἀχιλῆϊ
.
εὖ
δὲ
σὺ
οἶσθα
γεραιὲ
διοτρεφές
,
οἷος
ἐκεῖνος
δεινὸς
ἀνήρ
·
τάχα
κεν
καὶ
ἀναίτιον
αἰτιόῳτο
.
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Γερήνιος
ἱππότα
Νέστωρ
·
655
τίπτε
τὰρ
ὧδʼ
Ἀχιλεὺς
ὀλοφύρεται
υἷας
Ἀχαιῶν
,
ὅσσοι
δὴ
βέλεσιν
βεβλήαται
;
οὐδέ
τι
οἶδε
πένθεος
,
ὅσσον
ὄρωρε
κατὰ
στρατόν
·
οἳ
γὰρ
ἄριστοι
ἐν
νηυσὶν
κέαται
βεβλημένοι
οὐτάμενοί
τε
.
βέβληται
μὲν
ὃ
Τυδεΐδης
κρατερὸς
Διομήδης
,
660
οὔτασται
δʼ
Ὀδυσεὺς
δουρὶ
κλυτὸς
ἠδʼ
Ἀγαμέμνων
·
βέβληται
δὲ
καὶ
Εὐρύπυλος
κατὰ
μηρὸν
ὀϊστῷ
·
τοῦτον
δʼ
ἄλλον
ἐγὼ
νέον
ἤγαγον
ἐκ
πολέμοιο
ἰῷ
ἀπὸ
νευρῆς
βεβλημένον
.
αὐτὰρ
Ἀχιλλεὺς
ἐσθλὸς
ἐὼν
Δαναῶν
οὐ
κήδεται
οὐδʼ
ἐλεαίρει
.
665
ἦ
μένει
εἰς
ὅ
κε
δὴ
νῆες
θοαὶ
ἄγχι
θαλάσσης
Ἀργείων
ἀέκητι
πυρὸς
δηΐοιο
θέρωνται
,
αὐτοί
τε
κτεινώμεθʼ
ἐπισχερώ
;
οὐ
γὰρ
ἐμὴ
ἲς
ἔσθʼ
οἵη
πάρος
ἔσκεν
ἐνὶ
γναμπτοῖσι
μέλεσσιν
.
εἴθʼ
ὣς
ἡβώοιμι
βίη
δέ
μοι
ἔμπεδος
εἴη
670
ὡς
ὁπότʼ
Ἠλείοισι
καὶ
ἡμῖν
νεῖκος
ἐτύχθη
ἀμφὶ
βοηλασίῃ
,
ὅτʼ
ἐγὼ
κτάνον
Ἰτυμονῆα
ἐσθλὸν
Ὑπειροχίδην
,
ὃς
ἐν
Ἤλιδι
ναιετάασκε
,
ῥύσιʼ
ἐλαυνόμενος
·
ὃ
δʼ
ἀμύνων
ᾗσι
βόεσσιν
ἔβλητʼ
ἐν
πρώτοισιν
ἐμῆς
ἀπὸ
χειρὸς
ἄκοντι
,
675
κὰδ
δʼ
ἔπεσεν
,
λαοὶ
δὲ
περίτρεσαν
ἀγροιῶται
.
ληΐδα
δʼ
ἐκ
πεδίου
συνελάσσαμεν
ἤλιθα
πολλὴν
πεντήκοντα
βοῶν
ἀγέλας
,
τόσα
πώεα
οἰῶν
,
τόσσα
συῶν
συβόσια
,
τόσʼ
αἰπόλια
πλατέʼ
αἰγῶν
,
ἵππους
δὲ
ξανθὰς
ἑκατὸν
καὶ
πεντήκοντα
680
πάσας
θηλείας
,
πολλῇσι
δὲ
πῶλοι
ὑπῆσαν
.
καὶ
τὰ
μὲν
ἠλασάμεσθα
Πύλον
Νηλήϊον
εἴσω
ἐννύχιοι
προτὶ
ἄστυ
·
γεγήθει
δὲ
φρένα
Νηλεύς
,
οὕνεκά
μοι
τύχε
πολλὰ
νέῳ
πόλεμον
δὲ
κιόντι
.
κήρυκες
δʼ
ἐλίγαινον
ἅμʼ
ἠοῖ
φαινομένηφι
685
τοὺς
ἴμεν
οἷσι
χρεῖος
ὀφείλετʼ
ἐν
Ἤλιδι
δίῃ
·
οἳ
δὲ
συναγρόμενοι
Πυλίων
ἡγήτορες
ἄνδρες
δαίτρευον
·
πολέσιν
γὰρ
Ἐπειοὶ
χρεῖος
ὄφειλον
,
ὡς
ἡμεῖς
παῦροι
κεκακωμένοι
ἐν
Πύλῳ
ἦμεν
·
ἐλθὼν
γάρ
ῥʼ
ἐκάκωσε
βίη
Ἡρακληείη
690
τῶν
προτέρων
ἐτέων
,
κατὰ
δʼ
ἔκταθεν
ὅσσοι
ἄριστοι
·
δώδεκα
γὰρ
Νηλῆος
ἀμύμονος
υἱέες
ἦμεν
·
τῶν
οἶος
λιπόμην
,
οἳ
δʼ
ἄλλοι
πάντες
ὄλοντο
.
ταῦθʼ
ὑπερηφανέοντες
Ἐπειοὶ
χαλκοχίτωνες
ἡμέας
ὑβρίζοντες
ἀτάσθαλα
μηχανόωντο
.
695
ἐκ
δʼ
ὃ
γέρων
ἀγέλην
τε
βοῶν
καὶ
πῶϋ
μέγʼ
οἰῶν
εἵλετο
κρινάμενος
τριηκόσιʼ
ἠδὲ
νομῆας
.
καὶ
γὰρ
τῷ
χρεῖος
μέγʼ
ὀφείλετʼ
ἐν
Ἤλιδι
δίῃ
τέσσαρες
ἀθλοφόροι
ἵπποι
αὐτοῖσιν
ὄχεσφιν
ἐλθόντες
μετʼ
ἄεθλα
·
περὶ
τρίποδος
γὰρ
ἔμελλον
700
θεύσεσθαι
·
τοὺς
δʼ
αὖθι
ἄναξ
ἀνδρῶν
Αὐγείας
κάσχεθε
,
τὸν
δʼ
ἐλατῆρʼ
ἀφίει
ἀκαχήμενον
ἵππων
.
τῶν
ὃ
γέρων
ἐπέων
κεχολωμένος
ἠδὲ
καὶ
ἔργων
ἐξέλετʼ
ἄσπετα
πολλά
·
τὰ
δʼ
ἄλλʼ
ἐς
δῆμον
ἔδωκε
δαιτρεύειν
,
μή
τίς
οἱ
ἀτεμβόμενος
κίοι
ἴσης
.
705
ἡμεῖς
μὲν
τὰ
ἕκαστα
διείπομεν
,
ἀμφί
τε
ἄστυ
ἕρδομεν
ἱρὰ
θεοῖς
·
οἳ
δὲ
τρίτῳ
ἤματι
πάντες
ἦλθον
ὁμῶς
αὐτοί
τε
πολεῖς
καὶ
μώνυχες
ἵπποι
πανσυδίῃ
·
μετὰ
δέ
σφι
Μολίονε
θωρήσσοντο
παῖδʼ
ἔτʼ
ἐόντʼ
,
οὔ
πω
μάλα
εἰδότε
θούριδος
ἀλκῆς
.
710
ἔστι
δέ
τις
Θρυόεσσα
πόλις
αἰπεῖα
κολώνη
τηλοῦ
ἐπʼ
Ἀλφειῷ
,
νεάτη
Πύλου
ἠμαθόεντος
·
τὴν
ἀμφεστρατόωντο
διαρραῖσαι
μεμαῶτες
.
ἀλλʼ
ὅτε
πᾶν
πεδίον
μετεκίαθον
,
ἄμμι
δʼ
Ἀθήνη
ἄγγελος
ἦλθε
θέουσʼ
ἀπʼ
Ὀλύμπου
θωρήσσεσθαι
715
ἔννυχος
,
οὐδʼ
ἀέκοντα
Πύλον
κάτα
λαὸν
ἄγειρεν
ἀλλὰ
μάλʼ
ἐσσυμένους
πολεμίζειν
.
οὐδέ
με
Νηλεὺς
εἴα
θωρήσσεσθαι
,
ἀπέκρυψεν
δέ
μοι
ἵππους
·
οὐ
γάρ
πώ
τί
μʼ
ἔφη
ἴδμεν
πολεμήϊα
ἔργα
.
ἀλλὰ
καὶ
ὧς
ἱππεῦσι
μετέπρεπον
ἡμετέροισι
720
καὶ
πεζός
περ
ἐών
,
ἐπεὶ
ὧς
ἄγε
νεῖκος
Ἀθήνη
.
ἔστι
δέ
τις
ποταμὸς
Μινυήϊος
εἰς
ἅλα
βάλλων
ἐγγύθεν
Ἀρήνης
,
ὅθι
μείναμεν
Ἠῶ
δῖαν
ἱππῆες
Πυλίων
,
τὰ
δʼ
ἐπέρρεον
ἔθνεα
πεζῶν
.
ἔνθεν
πανσυδίῃ
σὺν
τεύχεσι
θωρηχθέντες
725
ἔνδιοι
ἱκόμεσθʼ
ἱερὸν
ῥόον
Ἀλφειοῖο
.
ἔνθα
Διὶ
ῥέξαντες
ὑπερμενεῖ
ἱερὰ
καλά
,
ταῦρον
δʼ
Ἀλφειῷ
,
ταῦρον
δὲ
Ποσειδάωνι
,
αὐτὰρ
Ἀθηναίη
γλαυκώπιδι
βοῦν
ἀγελαίην
,
δόρπον
ἔπειθʼ
ἑλόμεσθα
κατὰ
στρατὸν
ἐν
τελέεσσι
,
730
καὶ
κατεκοιμήθημεν
ἐν
ἔντεσιν
οἷσιν
ἕκαστος
ἀμφὶ
ῥοὰς
ποταμοῖο
.
ἀτὰρ
μεγάθυμοι
Ἐπειοὶ
ἀμφέσταν
δὴ
ἄστυ
διαρραῖσαι
μεμαῶτες
·
ἀλλά
σφι
προπάροιθε
φάνη
μέγα
ἔργον
Ἄρηος
·
εὖτε
γὰρ
ἠέλιος
φαέθων
ὑπερέσχεθε
γαίης
,
735
συμφερόμεσθα
μάχῃ
Διί
τʼ
εὐχόμενοι
καὶ
Ἀθήνῃ
.
ἀλλʼ
ὅτε
δὴ
Πυλίων
καὶ
Ἐπειῶν
ἔπλετο
νεῖκος
,
πρῶτος
ἐγὼν
ἕλον
ἄνδρα
,
κόμισσα
δὲ
μώνυχας
ἵππους
,
Μούλιον
αἰχμητήν
·
γαμβρὸς
δʼ
ἦν
Αὐγείαο
,
πρεσβυτάτην
δὲ
θύγατρʼ
εἶχε
ξανθὴν
Ἀγαμήδην
,
740
ἣ
τόσα
φάρμακα
ᾔδη
ὅσα
τρέφει
εὐρεῖα
χθών
.
τὸν
μὲν
ἐγὼ
προσιόντα
βάλον
χαλκήρεϊ
δουρί
,
ἤριπε
δʼ
ἐν
κονίῃσιν
·
ἐγὼ
δʼ
ἐς
δίφρον
ὀρούσας
στῆν
ῥα
μετὰ
προμάχοισιν
·
ἀτὰρ
μεγάθυμοι
Ἐπειοὶ
ἔτρεσαν
ἄλλυδις
ἄλλος
,
ἐπεὶ
ἴδον
ἄνδρα
πεσόντα
745
ἡγεμόνʼ
ἱππήων
,
ὃς
ἀριστεύεσκε
μάχεσθαι
.
αὐτὰρ
ἐγὼν
ἐπόρουσα
κελαινῇ
λαίλαπι
ἶσος
,
πεντήκοντα
δʼ
ἕλον
δίφρους
,
δύο
δʼ
ἀμφὶς
ἕκαστον
φῶτες
ὀδὰξ
ἕλον
οὖδας
ἐμῷ
ὑπὸ
δουρὶ
δαμέντες
.
καί
νύ
κεν
Ἀκτορίωνε
Μολίονε
παῖδʼ
ἀλάπαξα
,
750
εἰ
μή
σφωε
πατὴρ
εὐρὺ
κρείων
ἐνοσίχθων
ἐκ
πολέμου
ἐσάωσε
καλύψας
ἠέρι
πολλῇ
.
ἔνθα
Ζεὺς
Πυλίοισι
μέγα
κράτος
ἐγγυάλιξε
·
τόφρα
γὰρ
οὖν
ἑπόμεσθα
διὰ
σπιδέος
πεδίοιο
κτείνοντές
τʼ
αὐτοὺς
ἀνά
τʼ
ἔντεα
καλὰ
λέγοντες
,
755
ὄφρʼ
ἐπὶ
Βουπρασίου
πολυπύρου
βήσαμεν
ἵππους
πέτρης
τʼ
Ὠλενίης
,
καὶ
Ἀλησίου
ἔνθα
κολώνη
κέκληται
·
ὅθεν
αὖτις
ἀπέτραπε
λαὸν
Ἀθήνη
.
ἔνθʼ
ἄνδρα
κτείνας
πύματον
λίπον
·
αὐτὰρ
Ἀχαιοὶ
ἂψ
ἀπὸ
Βουπρασίοιο
Πύλονδʼ
ἔχον
ὠκέας
ἵππους
,
760
πάντες
δʼ
εὐχετόωντο
θεῶν
Διὶ
Νέστορί
τʼ
ἀνδρῶν
.
ὣς
ἔον
,
εἴ
ποτʼ
ἔον
γε
,
μετʼ
ἀνδράσιν
.
αὐτὰρ
Ἀχιλλεὺς
οἶος
τῆς
ἀρετῆς
ἀπονήσεται
·
ἦ
τέ
μιν
οἴω
πολλὰ
μετακλαύσεσθαι
ἐπεί
κʼ
ἀπὸ
λαὸς
ὄληται
.
ὦ
πέπον
ἦ
μὲν
σοί
γε
Μενοίτιος
ὧδʼ
ἐπέτελλεν
765
ἤματι
τῷ
ὅτε
σʼ
ἐκ
Φθίης
Ἀγαμέμνονι
πέμπε
,
νῶϊ
δέ
τʼ
ἔνδον
ἐόντες
ἐγὼ
καὶ
δῖος
Ὀδυσσεὺς
πάντα
μάλʼ
ἐν
μεγάροις
ἠκούομεν
ὡς
ἐπέτελλε
.
Πηλῆος
δʼ
ἱκόμεσθα
δόμους
εὖ
ναιετάοντας
λαὸν
ἀγείροντες
κατʼ
Ἀχαιΐδα
πουλυβότειραν
.
770
ἔνθα
δʼ
ἔπειθʼ
ἥρωα
Μενοίτιον
εὕρομεν
ἔνδον
ἠδὲ
σέ
,
πὰρ
δʼ
Ἀχιλῆα
·
γέρων
δʼ
ἱππηλάτα
Πηλεὺς
πίονα
μηρία
καῖε
βοὸς
Διὶ
τερπικεραύνῳ
αὐλῆς
ἐν
χόρτῳ
·
ἔχε
δὲ
χρύσειον
ἄλεισον
σπένδων
αἴθοπα
οἶνον
ἐπʼ
αἰθομένοις
ἱεροῖσι
.
775
σφῶϊ
μὲν
ἀμφὶ
βοὸς
ἕπετον
κρέα
,
νῶϊ
δʼ
ἔπειτα
στῆμεν
ἐνὶ
προθύροισι
·
ταφὼν
δʼ
ἀνόρουσεν
Ἀχιλλεύς
,
ἐς
δʼ
ἄγε
χειρὸς
ἑλών
,
κατὰ
δʼ
ἑδριάασθαι
ἄνωγε
,
ξείνιά
τʼ
εὖ
παρέθηκεν
,
ἅ
τε
ξείνοις
θέμις
ἐστίν
.
αὐτὰρ
ἐπεὶ
τάρπημεν
ἐδητύος
ἠδὲ
ποτῆτος
,
780
ἦρχον
ἐγὼ
μύθοιο
κελεύων
ὔμμʼ
ἅμʼ
ἕπεσθαι
·
σφὼ
δὲ
μάλʼ
ἠθέλετον
,
τὼ
δʼ
ἄμφω
πόλλʼ
ἐπέτελλον
.
Πηλεὺς
μὲν
ᾧ
παιδὶ
γέρων
ἐπέτελλʼ
Ἀχιλῆϊ
αἰὲν
ἀριστεύειν
καὶ
ὑπείροχον
ἔμμεναι
ἄλλων
·
σοὶ
δʼ
αὖθʼ
ὧδʼ
ἐπέτελλε
Μενοίτιος
Ἄκτορος
υἱός
·
785
τέκνον
ἐμὸν
γενεῇ
μὲν
ὑπέρτερός
ἐστιν
Ἀχιλλεύς
,
πρεσβύτερος
δὲ
σύ
ἐσσι
·
βίῃ
δʼ
ὅ
γε
πολλὸν
ἀμείνων
.
ἀλλʼ
εὖ
οἱ
φάσθαι
πυκινὸν
ἔπος
ἠδʼ
ὑποθέσθαι
καί
οἱ
σημαίνειν
·
ὃ
δὲ
πείσεται
εἰς
ἀγαθόν
περ
.
ὣς
ἐπέτελλʼ
ὃ
γέρων
,
σὺ
δὲ
λήθεαι
·
ἀλλʼ
ἔτι
καὶ
νῦν
790
ταῦτʼ
εἴποις
Ἀχιλῆϊ
δαΐφρονι
αἴ
κε
πίθηται
.
τίς
δʼ
οἶδʼ
εἴ
κέν
οἱ
σὺν
δαίμονι
θυμὸν
ὀρίναις
παρειπών
;
ἀγαθὴ
δὲ
παραίφασίς
ἐστιν
ἑταίρου
.
εἰ
δέ
τινα
φρεσὶν
ᾗσι
θεοπροπίην
ἀλεείνει
καί
τινά
οἱ
πὰρ
Ζηνὸς
ἐπέφραδε
πότνια
μήτηρ
,
795
ἀλλὰ
σέ
περ
προέτω
,
ἅμα
δʼ
ἄλλος
λαὸς
ἑπέσθω
Μυρμιδόνων
,
αἴ
κέν
τι
φόως
Δαναοῖσι
γένηαι
·
καί
τοι
τεύχεα
καλὰ
δότω
πόλεμον
δὲ
φέρεσθαι
,
αἴ
κέ
σε
τῷ
εἴσκοντες
ἀπόσχωνται
πολέμοιο
Τρῶες
,
ἀναπνεύσωσι
δʼ
ἀρήϊοι
υἷες
Ἀχαιῶν
800
τειρόμενοι
·
ὀλίγη
δέ
τʼ
ἀνάπνευσις
πολέμοιο
.
ῥεῖα
δέ
κʼ
ἀκμῆτες
κεκμηότας
ἄνδρας
ἀϋτῇ
ὤσαισθε
προτὶ
ἄστυ
νεῶν
ἄπο
καὶ
κλισιάων
.
ὣς
φάτο
,
τῷ
δʼ
ἄρα
θυμὸν
ἐνὶ
στήθεσσιν
ὄρινε
,
βῆ
δὲ
θέειν
παρὰ
νῆας
ἐπʼ
Αἰακίδην
Ἀχιλῆα
.
805
ἀλλʼ
ὅτε
δὴ
κατὰ
νῆας
Ὀδυσσῆος
θείοιο
ἷξε
θέων
Πάτροκλος
,
ἵνά
σφʼ
ἀγορή
τε
θέμις
τε
ἤην
,
τῇ
δὴ
καί
σφι
θεῶν
ἐτετεύχατο
βωμοί
,
ἔνθά
οἱ
Εὐρύπυλος
βεβλημένος
ἀντεβόλησε
διογενὴς
Εὐαιμονίδης
κατὰ
μηρὸν
ὀϊστῷ
810
σκάζων
ἐκ
πολέμου
·
κατὰ
δὲ
νότιος
ῥέεν
ἱδρὼς
ὤμων
καὶ
κεφαλῆς
,
ἀπὸ
δʼ
ἕλκεος
ἀργαλέοιο
αἷμα
μέλαν
κελάρυζε
·
νόος
γε
μὲν
ἔμπεδος
ἦεν
.
τὸν
δὲ
ἰδὼν
ᾤκτειρε
Μενοιτίου
ἄλκιμος
υἱός
,
καί
ῥʼ
ὀλοφυρόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
815
ἆ
δειλοὶ
Δαναῶν
ἡγήτορες
ἠδὲ
μέδοντες
ὣς
ἄρʼ
ἐμέλλετε
τῆλε
φίλων
καὶ
πατρίδος
αἴης
ἄσειν
ἐν
Τροίῃ
ταχέας
κύνας
ἀργέτι
δημῷ
.
ἀλλʼ
ἄγε
μοι
τόδε
εἰπὲ
διοτρεφὲς
Εὐρύπυλʼ
ἥρως
,
ἤ
ῥʼ
ἔτι
που
σχήσουσι
πελώριον
Ἕκτορʼ
Ἀχαιοί
,
820
ἦ
ἤδη
φθίσονται
ὑπʼ
αὐτοῦ
δουρὶ
δαμέντες
;
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.