ὣς
ἔφατʼ
,
Ἀντίλοχος
δʼ
ἔτι
καὶ
πολὺ
μᾶλλον
ἔλαυνε
κέντρῳ
ἐπισπέρχων
ὡς
οὐκ
ἀΐοντι
ἐοικώς
.
430
ὅσσα
δὲ
δίσκου
οὖρα
κατωμαδίοιο
πέλονται
,
ὅν
τʼ
αἰζηὸς
ἀφῆκεν
ἀνὴρ
πειρώμενος
ἥβης
,
τόσσον
ἐπιδραμέτην
·
αἳ
δʼ
ἠρώησαν
ὀπίσσω
Ἀτρεΐδεω
·
αὐτὸς
γὰρ
ἑκὼν
μεθέηκεν
ἐλαύνειν
μή
πως
συγκύρσειαν
ὁδῷ
ἔνι
μώνυχες
ἵπποι
,
435
δίφρους
τʼ
ἀνστρέψειαν
ἐϋπλεκέας
,
κατὰ
δʼ
αὐτοὶ
ἐν
κονίῃσι
πέσοιεν
ἐπειγόμενοι
περὶ
νίκης
.
τὸν
καὶ
νεικείων
προσέφη
ξανθὸς
Μενέλαος
·
Ἀντίλοχʼ
οὔ
τις
σεῖο
βροτῶν
ὀλοώτερος
ἄλλος
·
ἔρρʼ
,
ἐπεὶ
οὔ
σʼ
ἔτυμόν
γε
φάμεν
πεπνῦσθαι
Ἀχαιοί
.
440
ἀλλʼ
οὐ
μὰν
οὐδʼ
ὧς
ἄτερ
ὅρκου
οἴσῃ
ἄεθλον
.
ὣς
εἰπὼν
ἵπποισιν
ἐκέκλετο
φώνησέν
τε
·
μή
μοι
ἐρύκεσθον
μὴ
δʼ
ἕστατον
ἀχνυμένω
κῆρ
.
φθήσονται
τούτοισι
πόδες
καὶ
γοῦνα
καμόντα
ἢ
ὑμῖν
·
ἄμφω
γὰρ
ἀτέμβονται
νεότητος
.
445
ὣς
ἔφαθʼ
,
οἳ
δὲ
ἄνακτος
ὑποδείσαντες
ὁμοκλὴν
μᾶλλον
ἐπιδραμέτην
,
τάχα
δέ
σφισιν
ἄγχι
γένοντο
.
Ἀργεῖοι
δʼ
ἐν
ἀγῶνι
καθήμενοι
εἰσορόωντο
ἵππους
·
τοὶ
δὲ
πέτοντο
κονίοντες
πεδίοιο
.
πρῶτος
δʼ
Ἰδομενεὺς
Κρητῶν
ἀγὸς
ἐφράσαθʼ
ἵππους
·
450
ἧστο
γὰρ
ἐκτὸς
ἀγῶνος
ὑπέρτατος
ἐν
περιωπῇ
·
τοῖο
δʼ
ἄνευθεν
ἐόντος
ὁμοκλητῆρος
ἀκούσας
ἔγνω
,
φράσσατο
δʼ
ἵππον
ἀριπρεπέα
προὔχοντα
,
ὃς
τὸ
μὲν
ἄλλο
τόσον
φοῖνιξ
ἦν
,
ἐν
δὲ
μετώπῳ
λευκὸν
σῆμα
τέτυκτο
περίτροχον
ἠΰτε
μήνη
.
455
στῆ
δʼ
ὀρθὸς
καὶ
μῦθον
ἐν
Ἀργείοισιν
ἔειπεν
·
ὦ
φίλοι
Ἀργείων
ἡγήτορες
ἠδὲ
μέδοντες
οἶος
ἐγὼν
ἵππους
αὐγάζομαι
ἦε
καὶ
ὑμεῖς
;
ἄλλοι
μοι
δοκέουσι
παροίτεροι
ἔμμεναι
ἵπποι
,
ἄλλος
δʼ
ἡνίοχος
ἰνδάλλεται
·
αἳ
δέ
που
αὐτοῦ
460
ἔβλαβεν
ἐν
πεδίῳ
,
αἳ
κεῖσέ
γε
φέρτεραι
ἦσαν
·
ἤτοι
γὰρ
τὰς
πρῶτα
ἴδον
περὶ
τέρμα
βαλούσας
,
νῦν
δʼ
οὔ
πῃ
δύναμαι
ἰδέειν
·
πάντῃ
δέ
μοι
ὄσσε
Τρωϊκὸν
ἂμ
πεδίον
παπταίνετον
εἰσορόωντι
·
ἦε
τὸν
ἡνίοχον
φύγον
ἡνία
,
οὐδὲ
δυνάσθη
465
εὖ
σχεθέειν
περὶ
τέρμα
καὶ
οὐκ
ἐτύχησεν
ἑλίξας
·
ἔνθά
μιν
ἐκπεσέειν
ὀΐω
σύν
θʼ
ἅρματα
ἆξαι
,
αἳ
δʼ
ἐξηρώησαν
,
ἐπεὶ
μένος
ἔλλαβε
θυμόν
.
ἀλλὰ
ἴδεσθε
καὶ
ὔμμες
ἀνασταδόν
·
οὐ
γὰρ
ἔγωγε
εὖ
διαγιγνώσκω
·
δοκέει
δέ
μοι
ἔμμεναι
ἀνὴρ
470
Αἰτωλὸς
γενεήν
,
μετὰ
δʼ
Ἀργείοισιν
ἀνάσσει
Τυδέος
ἱπποδάμου
υἱὸς
κρατερὸς
Διομήδης
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.