τοῖον
ἄρʼ
Ἀνθεμίδην
Σιμοείσιον
ἐξενάριξεν
Αἴας
διογενής
·
τοῦ
δʼ
Ἄντιφος
αἰολοθώρηξ
Πριαμίδης
καθʼ
ὅμιλον
ἀκόντισεν
ὀξέϊ
δουρί
.
490
τοῦ
μὲν
ἅμαρθʼ
,
ὃ
δὲ
Λεῦκον
Ὀδυσσέος
ἐσθλὸν
ἑταῖρον
βεβλήκει
βουβῶνα
,
νέκυν
ἑτέρωσʼ
ἐρύοντα
·
ἤριπε
δʼ
ἀμφʼ
αὐτῷ
,
νεκρὸς
δέ
οἱ
ἔκπεσε
χειρός
.
τοῦ
δʼ
Ὀδυσεὺς
μάλα
θυμὸν
ἀποκταμένοιο
χολώθη
,
βῆ
δὲ
διὰ
προμάχων
κεκορυθμένος
αἴθοπι
χαλκῷ
,
495
στῆ
δὲ
μάλʼ
ἐγγὺς
ἰὼν
καὶ
ἀκόντισε
δουρὶ
φαεινῷ
ἀμφὶ
ἓ
παπτήνας
·
ὑπὸ
δὲ
Τρῶες
κεκάδοντο
ἀνδρὸς
ἀκοντίσσαντος
·
ὃ
δʼ
οὐχ
ἅλιον
βέλος
ἧκεν
,
ἀλλʼ
υἱὸν
Πριάμοιο
νόθον
βάλε
Δημοκόωντα
ὅς
οἱ
Ἀβυδόθεν
ἦλθε
παρʼ
ἵππων
ὠκειάων
.
500
τόν
ῥʼ
Ὀδυσεὺς
ἑτάροιο
χολωσάμενος
βάλε
δουρὶ
κόρσην
·
ἣ
δʼ
ἑτέροιο
διὰ
κροτάφοιο
πέρησεν
αἰχμὴ
χαλκείη
·
τὸν
δὲ
σκότος
ὄσσε
κάλυψε
,
δούπησεν
δὲ
πεσών
,
ἀράβησε
δὲ
τεύχεʼ
ἐπʼ
αὐτῷ
.
χώρησαν
δʼ
ὑπό
τε
πρόμαχοι
καὶ
φαίδιμος
Ἕκτωρ
·
505
Ἀργεῖοι
δὲ
μέγα
ἴαχον
,
ἐρύσαντο
δὲ
νεκρούς
,
ἴθυσαν
δὲ
πολὺ
προτέρω
·
νεμέσησε
δʼ
Ἀπόλλων
Περγάμου
ἐκκατιδών
,
Τρώεσσι
δὲ
κέκλετʼ
ἀΰσας
·
ὄρνυσθʼ
ἱππόδαμοι
Τρῶες
μηδʼ
εἴκετε
χάρμης
Ἀργείοις
,
ἐπεὶ
οὔ
σφι
λίθος
χρὼς
οὐδὲ
σίδηρος
510
χαλκὸν
ἀνασχέσθαι
ταμεσίχροα
βαλλομένοισιν
·
οὐ
μὰν
οὐδʼ
Ἀχιλεὺς
Θέτιδος
πάϊς
ἠϋκόμοιο
μάρναται
,
ἀλλʼ
ἐπὶ
νηυσὶ
χόλον
θυμαλγέα
πέσσει
.
ὣς
φάτʼ
ἀπὸ
πτόλιος
δεινὸς
θεός
·
αὐτὰρ
Ἀχαιοὺς
ὦρσε
Διὸς
θυγάτηρ
κυδίστη
Τριτογένεια
515
ἐρχομένη
καθʼ
ὅμιλον
,
ὅθι
μεθιέντας
ἴδοιτο
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.