ἀμφὶ
δέ
μιν
γαλόῳ
τε
καὶ
εἰνατέρες
ἅλις
ἔσταν
,
αἵ
ἑ
μετὰ
σφίσιν
εἶχον
ἀτυζομένην
ἀπολέσθαι
.
ἣ
δʼ
ἐπεὶ
οὖν
ἔμπνυτο
καὶ
ἐς
φρένα
θυμὸς
ἀγέρθη
475
ἀμβλήδην
γοόωσα
μετὰ
Τρῳῇσιν
ἔειπεν
·
Ἕκτορ
ἐγὼ
δύστηνος
·
ἰῇ
ἄρα
γεινόμεθʼ
αἴσῃ
ἀμφότεροι
,
σὺ
μὲν
ἐν
Τροίῃ
Πριάμου
κατὰ
δῶμα
,
αὐτὰρ
ἐγὼ
Θήβῃσιν
ὑπὸ
Πλάκῳ
ὑληέσσῃ
ἐν
δόμῳ
Ἠετίωνος
,
ὅ
μʼ
ἔτρεφε
τυτθὸν
ἐοῦσαν
480
δύσμορος
αἰνόμορον
·
ὡς
μὴ
ὤφελλε
τεκέσθαι
.
νῦν
δὲ
σὺ
μὲν
Ἀΐδαο
δόμους
ὑπὸ
κεύθεσι
γαίης
ἔρχεαι
,
αὐτὰρ
ἐμὲ
στυγερῷ
ἐνὶ
πένθεϊ
λείπεις
χήρην
ἐν
μεγάροισι
·
πάϊς
δʼ
ἔτι
νήπιος
αὔτως
,
ὃν
τέκομεν
σύ
τʼ
ἐγώ
τε
δυσάμμοροι
·
οὔτε
σὺ
τούτῳ
485
ἔσσεαι
Ἕκτορ
ὄνειαρ
ἐπεὶ
θάνες
,
οὔτε
σοὶ
οὗτος
.
ἤν
περ
γὰρ
πόλεμόν
γε
φύγῃ
πολύδακρυν
Ἀχαιῶν
,
αἰεί
τοι
τούτῳ
γε
πόνος
καὶ
κήδεʼ
ὀπίσσω
ἔσσοντʼ
·
ἄλλοι
γάρ
οἱ
ἀπουρίσσουσιν
ἀρούρας
.
ἦμαρ
δʼ
ὀρφανικὸν
παναφήλικα
παῖδα
τίθησι
·
490
πάντα
δʼ
ὑπεμνήμυκε
,
δεδάκρυνται
δὲ
παρειαί
,
δευόμενος
δέ
τʼ
ἄνεισι
πάϊς
ἐς
πατρὸς
ἑταίρους
,
ἄλλον
μὲν
χλαίνης
ἐρύων
,
ἄλλον
δὲ
χιτῶνος
·
τῶν
δʼ
ἐλεησάντων
κοτύλην
τις
τυτθὸν
ἐπέσχε
·
χείλεα
μέν
τʼ
ἐδίηνʼ
,
ὑπερῴην
δʼ
οὐκ
ἐδίηνε
.
495
τὸν
δὲ
καὶ
ἀμφιθαλὴς
ἐκ
δαιτύος
ἐστυφέλιξε
χερσὶν
πεπλήγων
καὶ
ὀνειδείοισιν
ἐνίσσων
·
ἔρρʼ
οὕτως
·
οὐ
σός
γε
πατὴρ
μεταδαίνυται
ἡμῖν
.
δακρυόεις
δέ
τʼ
ἄνεισι
πάϊς
ἐς
μητέρα
χήρην
Ἀστυάναξ
,
ὃς
πρὶν
μὲν
ἑοῦ
ἐπὶ
γούνασι
πατρὸς
500
μυελὸν
οἶον
ἔδεσκε
καὶ
οἰῶν
πίονα
δημόν
·
αὐτὰρ
ὅθʼ
ὕπνος
ἕλοι
,
παύσαιτό
τε
νηπιαχεύων
,
εὕδεσκʼ
ἐν
λέκτροισιν
ἐν
ἀγκαλίδεσσι
τιθήνης
εὐνῇ
ἔνι
μαλακῇ
θαλέων
ἐμπλησάμενος
κῆρ
·
νῦν
δʼ
ἂν
πολλὰ
πάθῃσι
φίλου
ἀπὸ
πατρὸς
ἁμαρτὼν
505
Ἀστυάναξ
,
ὃν
Τρῶες
ἐπίκλησιν
καλέουσιν
·
οἶος
γάρ
σφιν
ἔρυσο
πύλας
καὶ
τείχεα
μακρά
.
νῦν
δὲ
σὲ
μὲν
παρὰ
νηυσὶ
κορωνίσι
νόσφι
τοκήων
αἰόλαι
εὐλαὶ
ἔδονται
,
ἐπεί
κε
κύνες
κορέσωνται
γυμνόν
·
ἀτάρ
τοι
εἵματʼ
ἐνὶ
μεγάροισι
κέονται
510
λεπτά
τε
καὶ
χαρίεντα
τετυγμένα
χερσὶ
γυναικῶν
.
ἀλλʼ
ἤτοι
τάδε
πάντα
καταφλέξω
πυρὶ
κηλέῳ
οὐδὲν
σοί
γʼ
ὄφελος
,
ἐπεὶ
οὐκ
ἐγκείσεαι
αὐτοῖς
,
ἀλλὰ
πρὸς
Τρώων
καὶ
Τρωϊάδων
κλέος
εἶναι
.
ὣς
ἔφατο
κλαίουσʼ
,
ἐπὶ
δὲ
στενάχοντο
γυναῖκες
.
515
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.