ἀλλʼ
ὅτε
δὴ
πόρον
ἷξον
ἐϋρρεῖος
ποταμοῖο
1
Ξάνθου
δινήεντος
,
ὃν
ἀθάνατος
τέκετο
Ζεύς
,
ἔνθα
διατμήξας
τοὺς
μὲν
πεδίον
δὲ
δίωκε
πρὸς
πόλιν
,
ᾗ
περ
Ἀχαιοὶ
ἀτυζόμενοι
φοβέοντο
ἤματι
τῷ
προτέρῳ
,
ὅτε
μαίνετο
φαίδιμος
Ἕκτωρ
·
5
τῇ
ῥʼ
οἵ
γε
προχέοντο
πεφυζότες
,
ἠέρα
δʼ
Ἥρη
πίτνα
πρόσθε
βαθεῖαν
ἐρυκέμεν
·
ἡμίσεες
δὲ
ἐς
ποταμὸν
εἰλεῦντο
βαθύρροον
ἀργυροδίνην
,
ἐν
δʼ
ἔπεσον
μεγάλῳ
πατάγῳ
,
βράχε
δʼ
αἰπὰ
ῥέεθρα
,
ὄχθαι
δʼ
ἀμφὶ
περὶ
μεγάλʼ
ἴαχον
·
οἳ
δʼ
ἀλαλητῷ
10
ἔννεον
ἔνθα
καὶ
ἔνθα
ἑλισσόμενοι
περὶ
δίνας
.
ὡς
δʼ
ὅθʼ
ὑπὸ
ῥιπῆς
πυρὸς
ἀκρίδες
ἠερέθονται
φευγέμεναι
ποταμὸν
δέ
·
τὸ
δὲ
φλέγει
ἀκάματον
πῦρ
ὄρμενον
ἐξαίφνης
,
ταὶ
δὲ
πτώσσουσι
καθʼ
ὕδωρ
·
ὣς
ὑπʼ
Ἀχιλλῆος
Ξάνθου
βαθυδινήεντος
15
πλῆτο
ῥόος
κελάδων
ἐπιμὶξ
ἵππων
τε
καὶ
ἀνδρῶν
.
αὐτὰρ
ὃ
διογενὴς
δόρυ
μὲν
λίπεν
αὐτοῦ
ἐπʼ
ὄχθῃ
κεκλιμένον
μυρίκῃσιν
,
ὃ
δʼ
ἔσθορε
δαίμονι
ἶσος
φάσγανον
οἶον
ἔχων
,
κακὰ
δὲ
φρεσὶ
μήδετο
ἔργα
,
τύπτε
δʼ
ἐπιστροφάδην
·
τῶν
δὲ
στόνος
ὄρνυτʼ
ἀεικὴς
20
ἄορι
θεινομένων
,
ἐρυθαίνετο
δʼ
αἵματι
ὕδωρ
.
ὡς
δʼ
ὑπὸ
δελφῖνος
μεγακήτεος
ἰχθύες
ἄλλοι
φεύγοντες
πιμπλᾶσι
μυχοὺς
λιμένος
εὐόρμου
δειδιότες
·
μάλα
γάρ
τε
κατεσθίει
ὅν
κε
λάβῃσιν
·
ὣς
Τρῶες
ποταμοῖο
κατὰ
δεινοῖο
ῥέεθρα
25
πτῶσσον
ὑπὸ
κρημνούς
.
ὃ
δʼ
ἐπεὶ
κάμε
χεῖρας
ἐναίρων
,
ζωοὺς
ἐκ
ποταμοῖο
δυώδεκα
λέξατο
κούρους
ποινὴν
Πατρόκλοιο
Μενοιτιάδαο
θανόντος
·
τοὺς
ἐξῆγε
θύραζε
τεθηπότας
ἠΰτε
νεβρούς
,
δῆσε
δʼ
ὀπίσσω
χεῖρας
ἐϋτμήτοισιν
ἱμᾶσι
,
30
τοὺς
αὐτοὶ
φορέεσκον
ἐπὶ
στρεπτοῖσι
χιτῶσι
,
δῶκε
δʼ
ἑταίροισιν
κατάγειν
κοίλας
ἐπὶ
νῆας
.
αὐτὰρ
ὃ
ἂψ
ἐπόρουσε
δαϊζέμεναι
μενεαίνων
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.