αὐτὴ
δʼ
αὖ
Ἑλένην
καλέουσʼ
ἴε
·
τὴν
δὲ
κίχανε
πύργῳ
ἐφʼ
ὑψηλῷ
,
περὶ
δὲ
Τρῳαὶ
ἅλις
ἦσαν
·
χειρὶ
δὲ
νεκταρέου
ἑανοῦ
ἐτίναξε
λαβοῦσα
,
385
γρηῒ
δέ
μιν
ἐϊκυῖα
παλαιγενέϊ
προσέειπεν
εἰροκόμῳ
,
ἥ
οἱ
Λακεδαίμονι
ναιετοώσῃ
ἤσκειν
εἴρια
καλά
,
μάλιστα
δέ
μιν
φιλέεσκε
·
τῇ
μιν
ἐεισαμένη
προσεφώνεε
δῖʼ
Ἀφροδίτη
·
δεῦρʼ
ἴθʼ
·
Ἀλέξανδρός
σε
καλεῖ
οἶκον
δὲ
νέεσθαι
.
390
κεῖνος
ὅ
γʼ
ἐν
θαλάμῳ
καὶ
δινωτοῖσι
λέχεσσι
κάλλεΐ
τε
στίλβων
καὶ
εἵμασιν
·
οὐδέ
κε
φαίης
ἀνδρὶ
μαχεσσάμενον
τόν
γʼ
ἐλθεῖν
,
ἀλλὰ
χορὸν
δὲ
ἔρχεσθʼ
,
ἠὲ
χοροῖο
νέον
λήγοντα
καθίζειν
.
ὣς
φάτο
,
τῇ
δʼ
ἄρα
θυμὸν
ἐνὶ
στήθεσσιν
ὄρινε
·
395
καί
ῥʼ
ὡς
οὖν
ἐνόησε
θεᾶς
περικαλλέα
δειρὴν
στήθεά
θʼ
ἱμερόεντα
καὶ
ὄμματα
μαρμαίροντα
,
θάμβησέν
τʼ
ἄρʼ
ἔπειτα
ἔπος
τʼ
ἔφατʼ
ἔκ
τʼ
ὀνόμαζε
·
δαιμονίη
,
τί
με
ταῦτα
λιλαίεαι
ἠπεροπεύειν
;
ἦ
πῄ
με
προτέρω
πολίων
εὖ
ναιομενάων
400
ἄξεις
,
ἢ
Φρυγίης
ἢ
Μῃονίης
ἐρατεινῆς
,
εἴ
τίς
τοι
καὶ
κεῖθι
φίλος
μερόπων
ἀνθρώπων
·
οὕνεκα
δὴ
νῦν
δῖον
Ἀλέξανδρον
Μενέλαος
νικήσας
ἐθέλει
στυγερὴν
ἐμὲ
οἴκαδʼ
ἄγεσθαι
,
τοὔνεκα
δὴ
νῦν
δεῦρο
δολοφρονέουσα
παρέστης
;
405
ἧσο
παρʼ
αὐτὸν
ἰοῦσα
,
θεῶν
δʼ
ἀπόεικε
κελεύθου
,
μηδʼ
ἔτι
σοῖσι
πόδεσσιν
ὑποστρέψειας
Ὄλυμπον
,
ἀλλʼ
αἰεὶ
περὶ
κεῖνον
ὀΐζυε
καί
ἑ
φύλασσε
,
εἰς
ὅ
κέ
σʼ
ἢ
ἄλοχον
ποιήσεται
ἢ
ὅ
γε
δούλην
.
κεῖσε
δʼ
ἐγὼν
οὐκ
εἶμι
·
νεμεσσητὸν
δέ
κεν
εἴη
·
410
κείνου
πορσανέουσα
λέχος
·
Τρῳαὶ
δέ
μʼ
ὀπίσσω
πᾶσαι
μωμήσονται
·
ἔχω
δʼ
ἄχεʼ
ἄκριτα
θυμῷ
.
τὴν
δὲ
χολωσαμένη
προσεφώνεε
δῖʼ
Ἀφροδίτη
·
μή
μʼ
ἔρεθε
σχετλίη
,
μὴ
χωσαμένη
σε
μεθείω
,
τὼς
δέ
σʼ
ἀπεχθήρω
ὡς
νῦν
ἔκπαγλʼ
ἐφίλησα
,
415
μέσσῳ
δʼ
ἀμφοτέρων
μητίσομαι
ἔχθεα
λυγρὰ
Τρώων
καὶ
Δαναῶν
,
σὺ
δέ
κεν
κακὸν
οἶτον
ὄληαι
.
ὣς
ἔφατʼ
,
ἔδεισεν
δʼ
Ἑλένη
Διὸς
ἐκγεγαυῖα
,
βῆ
δὲ
κατασχομένη
ἑανῷ
ἀργῆτι
φαεινῷ
σιγῇ
,
πάσας
δὲ
Τρῳὰς
λάθεν
·
ἦρχε
δὲ
δαίμων
.
420
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.