ἔνθʼ
οὐκ
ἂν
βρίζοντα
ἴδοις
Ἀγαμέμνονα
δῖον
οὐδὲ
καταπτώσσοντʼ
οὐδʼ
οὐκ
ἐθέλοντα
μάχεσθαι
,
ἀλλὰ
μάλα
σπεύδοντα
μάχην
ἐς
κυδιάνειραν
.
225
ἵππους
μὲν
γὰρ
ἔασε
καὶ
ἅρματα
ποικίλα
χαλκῷ
·
καὶ
τοὺς
μὲν
θεράπων
ἀπάνευθʼ
ἔχε
φυσιόωντας
Εὐρυμέδων
υἱὸς
Πτολεμαίου
Πειραΐδαο
·
τῷ
μάλα
πόλλʼ
ἐπέτελλε
παρισχέμεν
ὁππότε
κέν
μιν
γυῖα
λάβῃ
κάματος
πολέας
διὰ
κοιρανέοντα
·
230
αὐτὰρ
ὃ
πεζὸς
ἐὼν
ἐπεπωλεῖτο
στίχας
ἀνδρῶν
·
καί
ῥʼ
οὓς
μὲν
σπεύδοντας
ἴδοι
Δαναῶν
ταχυπώλων
,
τοὺς
μάλα
θαρσύνεσκε
παριστάμενος
ἐπέεσσιν
·
Ἀργεῖοι
μή
πώ
τι
μεθίετε
θούριδος
ἀλκῆς
·
οὐ
γὰρ
ἐπὶ
ψευδέσσι
πατὴρ
Ζεὺς
ἔσσετʼ
ἀρωγός
,
235
ἀλλʼ
οἵ
περ
πρότεροι
ὑπὲρ
ὅρκια
δηλήσαντο
τῶν
ἤτοι
αὐτῶν
τέρενα
χρόα
γῦπες
ἔδονται
,
ἡμεῖς
αὖτʼ
ἀλόχους
τε
φίλας
καὶ
νήπια
τέκνα
ἄξομεν
ἐν
νήεσσιν
,
ἐπὴν
πτολίεθρον
ἕλωμεν
.
οὕς
τινας
αὖ
μεθιέντας
ἴδοι
στυγεροῦ
πολέμοιο
,
240
τοὺς
μάλα
νεικείεσκε
χολωτοῖσιν
ἐπέεσσιν
·
Ἀργεῖοι
ἰόμωροι
ἐλεγχέες
οὔ
νυ
σέβεσθε
;
τίφθʼ
οὕτως
ἔστητε
τεθηπότες
ἠΰτε
νεβροί
,
αἵ
τʼ
ἐπεὶ
οὖν
ἔκαμον
πολέος
πεδίοιο
θέουσαι
ἑστᾶσʼ
,
οὐδʼ
ἄρα
τίς
σφι
μετὰ
φρεσὶ
γίγνεται
ἀλκή
·
245
ὣς
ὑμεῖς
ἔστητε
τεθηπότες
οὐδὲ
μάχεσθε
.
ἦ
μένετε
Τρῶας
σχεδὸν
ἐλθέμεν
ἔνθά
τε
νῆες
εἰρύατʼ
εὔπρυμνοι
πολιῆς
ἐπὶ
θινὶ
θαλάσσης
,
ὄφρα
ἴδητʼ
αἴ
κʼ
ὔμμιν
ὑπέρσχῃ
χεῖρα
Κρονίων
;
ὣς
ὅ
γε
κοιρανέων
ἐπεπωλεῖτο
στίχας
ἀνδρῶν
·
250
ἦλθε
δʼ
ἐπὶ
Κρήτεσσι
κιὼν
ἀνὰ
οὐλαμὸν
ἀνδρῶν
.
οἳ
δʼ
ἀμφʼ
Ἰδομενῆα
δαΐφρονα
θωρήσσοντο
·
Ἰδομενεὺς
μὲν
ἐνὶ
προμάχοις
συῒ
εἴκελος
ἀλκήν
,
Μηριόνης
δʼ
ἄρα
οἱ
πυμάτας
ὄτρυνε
φάλαγγας
.
τοὺς
δὲ
ἰδὼν
γήθησεν
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
,
255
αὐτίκα
δʼ
Ἰδομενῆα
προσηύδα
μειλιχίοισιν
·
Ἰδομενεῦ
περὶ
μέν
σε
τίω
Δαναῶν
ταχυπώλων
ἠμὲν
ἐνὶ
πτολέμῳ
ἠδʼ
ἀλλοίῳ
ἐπὶ
ἔργῳ
ἠδʼ
ἐν
δαίθʼ
,
ὅτε
πέρ
τε
γερούσιον
αἴθοπα
οἶνον
Ἀργείων
οἳ
ἄριστοι
ἐνὶ
κρητῆρι
κέρωνται
.
260
εἴ
περ
γάρ
τʼ
ἄλλοι
γε
κάρη
κομόωντες
Ἀχαιοὶ
δαιτρὸν
πίνωσιν
,
σὸν
δὲ
πλεῖον
δέπας
αἰεὶ
ἕστηχʼ
,
ὥς
περ
ἐμοί
,
πιέειν
ὅτε
θυμὸς
ἀνώγοι
.
ἀλλʼ
ὄρσευ
πόλεμον
δʼ
οἷος
πάρος
εὔχεαι
εἶναι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.