οὐδὲ
πυρὴ
Πατρόκλου
ἐκαίετο
τεθνηῶτος
·
ἔνθʼ
αὖτʼ
ἀλλʼ
ἐνόησε
ποδάρκης
δῖος
Ἀχιλλεύς
·
στὰς
ἀπάνευθε
πυρῆς
δοιοῖς
ἠρᾶτʼ
ἀνέμοισι
Βορέῃ
καὶ
Ζεφύρῳ
,
καὶ
ὑπίσχετο
ἱερὰ
καλά
·
195
πολλὰ
δὲ
καὶ
σπένδων
χρυσέῳ
δέπαϊ
λιτάνευεν
ἐλθέμεν
,
ὄφρα
τάχιστα
πυρὶ
φλεγεθοίατο
νεκροί
,
ὕλη
τε
σεύαιτο
καήμεναι
.
ὦκα
δὲ
Ἶρις
ἀράων
ἀΐουσα
μετάγγελος
ἦλθʼ
ἀνέμοισιν
.
οἳ
μὲν
ἄρα
Ζεφύροιο
δυσαέος
ἀθρόοι
ἔνδον
200
εἰλαπίνην
δαίνυντο
·
θέουσα
δὲ
Ἶρις
ἐπέστη
βηλῷ
ἔπι
λιθέῳ
·
τοὶ
δʼ
ὡς
ἴδον
ὀφθαλμοῖσι
πάντες
ἀνήϊξαν
,
κάλεόν
τέ
μιν
εἰς
ἓ
ἕκαστος
·
ἣ
δʼ
αὖθʼ
ἕζεσθαι
μὲν
ἀνήνατο
,
εἶπε
δὲ
μῦθον
·
οὐχ
ἕδος
·
εἶμι
γὰρ
αὖτις
ἐπʼ
Ὠκεανοῖο
ῥέεθρα
205
Αἰθιόπων
ἐς
γαῖαν
,
ὅθι
ῥέζουσʼ
ἑκατόμβας
ἀθανάτοις
,
ἵνα
δὴ
καὶ
ἐγὼ
μεταδαίσομαι
ἱρῶν
.
ἀλλʼ
Ἀχιλεὺς
Βορέην
ἠδὲ
Ζέφυρον
κελαδεινὸν
ἐλθεῖν
ἀρᾶται
,
καὶ
ὑπίσχεται
ἱερὰ
καλά
,
ὄφρα
πυρὴν
ὄρσητε
καήμεναι
,
ᾗ
ἔνι
κεῖται
210
Πάτροκλος
,
τὸν
πάντες
ἀναστενάχουσιν
Ἀχαιοί
.
ἣ
μὲν
ἄρʼ
ὣς
εἰποῦσʼ
ἀπεβήσετο
,
τοὶ
δʼ
ὀρέοντο
ἠχῇ
θεσπεσίῃ
νέφεα
κλονέοντε
πάροιθεν
.
αἶψα
δὲ
πόντον
ἵκανον
ἀήμεναι
,
ὦρτο
δὲ
κῦμα
πνοιῇ
ὕπο
λιγυρῇ
·
Τροίην
δʼ
ἐρίβωλον
ἱκέσθην
,
215
ἐν
δὲ
πυρῇ
πεσέτην
,
μέγα
δʼ
ἴαχε
θεσπιδαὲς
πῦρ
.
παννύχιοι
δʼ
ἄρα
τοί
γε
πυρῆς
ἄμυδις
φλόγʼ
ἔβαλλον
φυσῶντες
λιγέως
·
ὃ
δὲ
πάννυχος
ὠκὺς
Ἀχιλλεὺς
χρυσέου
ἐκ
κρητῆρος
ἑλὼν
δέπας
ἀμφικύπελλον
οἶνον
ἀφυσσόμενος
χαμάδις
χέε
,
δεῦε
δὲ
γαῖαν
220
ψυχὴν
κικλήσκων
Πατροκλῆος
δειλοῖο
.
ὡς
δὲ
πατὴρ
οὗ
παιδὸς
ὀδύρεται
ὀστέα
καίων
νυμφίου
,
ὅς
τε
θανὼν
δειλοὺς
ἀκάχησε
τοκῆας
,
ὣς
Ἀχιλεὺς
ἑτάροιο
ὀδύρετο
ὀστέα
καίων
,
ἑρπύζων
παρὰ
πυρκαϊὴν
ἁδινὰ
στεναχίζων
.
225
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.