οὐδὲ
σέθεν
Μενέλαε
θεοὶ
μάκαρες
λελάθοντο
ἀθάνατοι
,
πρώτη
δὲ
Διὸς
θυγάτηρ
ἀγελείη
,
ἥ
τοι
πρόσθε
στᾶσα
βέλος
ἐχεπευκὲς
ἄμυνεν
.
ἣ
δὲ
τόσον
μὲν
ἔεργεν
ἀπὸ
χροὸς
ὡς
ὅτε
μήτηρ
130
παιδὸς
ἐέργῃ
μυῖαν
ὅθʼ
ἡδέϊ
λέξεται
ὕπνῳ
,
αὐτὴ
δʼ
αὖτʼ
ἴθυνεν
ὅθι
ζωστῆρος
ὀχῆες
χρύσειοι
σύνεχον
καὶ
διπλόος
ἤντετο
θώρηξ
.
ἐν
δʼ
ἔπεσε
ζωστῆρι
ἀρηρότι
πικρὸς
ὀϊστός
·
διὰ
μὲν
ἂρ
ζωστῆρος
ἐλήλατο
δαιδαλέοιο
,
135
καὶ
διὰ
θώρηκος
πολυδαιδάλου
ἠρήρειστο
μίτρης
θʼ
,
ἣν
ἐφόρει
ἔρυμα
χροὸς
ἕρκος
ἀκόντων
,
ἥ
οἱ
πλεῖστον
ἔρυτο
·
διὰ
πρὸ
δὲ
εἴσατο
καὶ
τῆς
.
ἀκρότατον
δʼ
ἄρʼ
ὀϊστὸς
ἐπέγραψε
χρόα
φωτός
·
αὐτίκα
δʼ
ἔρρεεν
αἷμα
κελαινεφὲς
ἐξ
ὠτειλῆς
.
140
ὡς
δʼ
ὅτε
τίς
τʼ
ἐλέφαντα
γυνὴ
φοίνικι
μιήνῃ
Μῃονὶς
ἠὲ
Κάειρα
παρήϊον
ἔμμεναι
ἵππων
·
κεῖται
δʼ
ἐν
θαλάμῳ
,
πολέες
τέ
μιν
ἠρήσαντο
ἱππῆες
φορέειν
·
βασιλῆϊ
δὲ
κεῖται
ἄγαλμα
,
ἀμφότερον
κόσμός
θʼ
ἵππῳ
ἐλατῆρί
τε
κῦδος
·
145
τοῖοί
τοι
Μενέλαε
μιάνθην
αἵματι
μηροὶ
εὐφυέες
κνῆμαί
τε
ἰδὲ
σφυρὰ
κάλʼ
ὑπένερθε
.
ῥίγησεν
δʼ
ἄρʼ
ἔπειτα
ἄναξ
ἀνδρῶν
Ἀγαμέμνων
ὡς
εἶδεν
μέλαν
αἷμα
καταρρέον
ἐξ
ὠτειλῆς
·
ῥίγησεν
δὲ
καὶ
αὐτὸς
ἀρηΐφιλος
Μενέλαος
.
150
ὡς
δὲ
ἴδεν
νεῦρόν
τε
καὶ
ὄγκους
ἐκτὸς
ἐόντας
ἄψορρόν
οἱ
θυμὸς
ἐνὶ
στήθεσσιν
ἀγέρθη
.
τοῖς
δὲ
βαρὺ
στενάχων
μετέφη
κρείων
Ἀγαμέμνων
χειρὸς
ἔχων
Μενέλαον
,
ἐπεστενάχοντο
δʼ
ἑταῖροι
·
φίλε
κασίγνητε
θάνατόν
νύ
τοι
ὅρκιʼ
ἔταμνον
155
οἶον
προστήσας
πρὸ
Ἀχαιῶν
Τρωσὶ
μάχεσθαι
,
ὥς
σʼ
ἔβαλον
Τρῶες
,
κατὰ
δʼ
ὅρκια
πιστὰ
πάτησαν
.
οὐ
μέν
πως
ἅλιον
πέλει
ὅρκιον
αἷμά
τε
ἀρνῶν
σπονδαί
τʼ
ἄκρητοι
καὶ
δεξιαὶ
ᾗς
ἐπέπιθμεν
.
εἴ
περ
γάρ
τε
καὶ
αὐτίκʼ
Ὀλύμπιος
οὐκ
ἐτέλεσσεν
,
160
ἔκ
τε
καὶ
ὀψὲ
τελεῖ
,
σύν
τε
μεγάλῳ
ἀπέτισαν
σὺν
σφῇσιν
κεφαλῇσι
γυναιξί
τε
καὶ
τεκέεσσιν
.
εὖ
γὰρ
ἐγὼ
τόδε
οἶδα
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
·
ἔσσεται
ἦμαρ
ὅτʼ
ἄν
ποτʼ
ὀλώλῃ
Ἴλιος
ἱρὴ
καὶ
Πρίαμος
καὶ
λαὸς
ἐϋμμελίω
Πριάμοιο
,
165
Ζεὺς
δέ
σφι
Κρονίδης
ὑψίζυγος
αἰθέρι
ναίων
αὐτὸς
ἐπισσείῃσιν
ἐρεμνὴν
αἰγίδα
πᾶσι
τῆσδʼ
ἀπάτης
κοτέων
·
τὰ
μὲν
ἔσσεται
οὐκ
ἀτέλεστα
·
ἀλλά
μοι
αἰνὸν
ἄχος
σέθεν
ἔσσεται
ὦ
Μενέλαε
αἴ
κε
θάνῃς
καὶ
πότμον
ἀναπλήσῃς
βιότοιο
.
170
καί
κεν
ἐλέγχιστος
πολυδίψιον
Ἄργος
ἱκοίμην
·
αὐτίκα
γὰρ
μνήσονται
Ἀχαιοὶ
πατρίδος
αἴης
·
κὰδ
δέ
κεν
εὐχωλὴν
Πριάμῳ
καὶ
Τρωσὶ
λίποιμεν
Ἀργείην
Ἑλένην
·
σέο
δʼ
ὀστέα
πύσει
ἄρουρα
κειμένου
ἐν
Τροίῃ
ἀτελευτήτῳ
ἐπὶ
ἔργῳ
.
175
καί
κέ
τις
ὧδʼ
ἐρέει
Τρώων
ὑπερηνορεόντων
τύμβῳ
ἐπιθρῴσκων
Μενελάου
κυδαλίμοιο
·
αἴθʼ
οὕτως
ἐπὶ
πᾶσι
χόλον
τελέσειʼ
Ἀγαμέμνων
,
ὡς
καὶ
νῦν
ἅλιον
στρατὸν
ἤγαγεν
ἐνθάδʼ
Ἀχαιῶν
,
καὶ
δὴ
ἔβη
οἶκον
δὲ
φίλην
ἐς
πατρίδα
γαῖαν
180
σὺν
κεινῇσιν
νηυσὶ
λιπὼν
ἀγαθὸν
Μενέλαον
.
ὥς
ποτέ
τις
ἐρέει
·
τότε
μοι
χάνοι
εὐρεῖα
χθών
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.