ὣς
ὃ
μὲν
ἐν
κλισίῃσι
Μενοιτίου
ἄλκιμος
υἱὸς
1
ἰᾶτʼ
Εὐρύπυλον
βεβλημένον
·
οἳ
δὲ
μάχοντο
Ἀργεῖοι
καὶ
Τρῶες
ὁμιλαδόν
·
οὐδʼ
ἄρʼ
ἔμελλε
τάφρος
ἔτι
σχήσειν
Δαναῶν
καὶ
τεῖχος
ὕπερθεν
εὐρύ
,
τὸ
ποιήσαντο
νεῶν
ὕπερ
,
ἀμφὶ
δὲ
τάφρον
5
ἤλασαν
·
οὐδὲ
θεοῖσι
δόσαν
κλειτὰς
ἑκατόμβας
·
ὄφρά
σφιν
νῆάς
τε
θοὰς
καὶ
ληΐδα
πολλὴν
ἐντὸς
ἔχον
ῥύοιτο
·
θεῶν
δʼ
ἀέκητι
τέτυκτο
ἀθανάτων
·
τὸ
καὶ
οὔ
τι
πολὺν
χρόνον
ἔμπεδον
ἦεν
.
ὄφρα
μὲν
Ἕκτωρ
ζωὸς
ἔην
καὶ
μήνιʼ
Ἀχιλλεὺς
10
καὶ
Πριάμοιο
ἄνακτος
ἀπόρθητος
πόλις
ἔπλεν
,
τόφρα
δὲ
καὶ
μέγα
τεῖχος
Ἀχαιῶν
ἔμπεδον
ἦεν
.
αὐτὰρ
ἐπεὶ
κατὰ
μὲν
Τρώων
θάνον
ὅσσοι
ἄριστοι
,
πολλοὶ
δʼ
Ἀργείων
οἳ
μὲν
δάμεν
,
οἳ
δὲ
λίποντο
,
πέρθετο
δὲ
Πριάμοιο
πόλις
δεκάτῳ
ἐνιαυτῷ
,
15
Ἀργεῖοι
δʼ
ἐν
νηυσὶ
φίλην
ἐς
πατρίδʼ
ἔβησαν
,
δὴ
τότε
μητιόωντο
Ποσειδάων
καὶ
Ἀπόλλων
τεῖχος
ἀμαλδῦναι
ποταμῶν
μένος
εἰσαγαγόντες
.
ὅσσοι
ἀπʼ
Ἰδαίων
ὀρέων
ἅλα
δὲ
προρέουσι
,
Ῥῆσός
θʼ
Ἑπτάπορός
τε
Κάρησός
τε
Ῥοδίος
τε
20
Γρήνικός
τε
καὶ
Αἴσηπος
δῖός
τε
Σκάμανδρος
καὶ
Σιμόεις
,
ὅθι
πολλὰ
βοάγρια
καὶ
τρυφάλειαι
κάππεσον
ἐν
κονίῃσι
καὶ
ἡμιθέων
γένος
ἀνδρῶν
·
τῶν
πάντων
ὁμόσε
στόματʼ
ἔτραπε
Φοῖβος
Ἀπόλλων
,
ἐννῆμαρ
δʼ
ἐς
τεῖχος
ἵει
ῥόον
·
ὗε
δʼ
ἄρα
Ζεὺς
25
συνεχές
,
ὄφρά
κε
θᾶσσον
ἁλίπλοα
τείχεα
θείη
.
αὐτὸς
δʼ
ἐννοσίγαιος
ἔχων
χείρεσσι
τρίαιναν
ἡγεῖτʼ
,
ἐκ
δʼ
ἄρα
πάντα
θεμείλια
κύμασι
πέμπε
φιτρῶν
καὶ
λάων
,
τὰ
θέσαν
μογέοντες
Ἀχαιοί
,
λεῖα
δʼ
ἐποίησεν
παρʼ
ἀγάρροον
Ἑλλήσποντον
,
30
αὖτις
δʼ
ἠϊόνα
μεγάλην
ψαμάθοισι
κάλυψε
τεῖχος
ἀμαλδύνας
·
ποταμοὺς
δʼ
ἔτρεψε
νέεσθαι
κὰρ
ῥόον
,
ᾗ
περ
πρόσθεν
ἵεν
καλλίρροον
ὕδωρ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.