Ἠὼς
δʼ
ἐκ
λεχέων
παρʼ
ἀγαυοῦ
Τιθωνοῖο
1
ὄρνυθʼ
,
ἵνʼ
ἀθανάτοισι
φόως
φέροι
ἠδὲ
βροτοῖσι
·
Ζεὺς
δʼ
Ἔριδα
προΐαλλε
θοὰς
ἐπὶ
νῆας
Ἀχαιῶν
ἀργαλέην
,
πολέμοιο
τέρας
μετὰ
χερσὶν
ἔχουσαν
.
στῆ
δʼ
ἐπʼ
Ὀδυσσῆος
μεγακήτεϊ
νηῒ
μελαίνῃ
,
5
ἥ
ῥʼ
ἐν
μεσσάτῳ
ἔσκε
γεγωνέμεν
ἀμφοτέρωσε
,
ἠμὲν
ἐπʼ
Αἴαντος
κλισίας
Τελαμωνιάδαο
ἠδʼ
ἐπʼ
Ἀχιλλῆος
,
τοί
ῥʼ
ἔσχατα
νῆας
ἐΐσας
εἴρυσαν
ἠνορέῃ
πίσυνοι
καὶ
κάρτεϊ
χειρῶν
ἔνθα
στᾶσʼ
ἤϋσε
θεὰ
μέγα
τε
δεινόν
τε
10
ὄρθιʼ
,
Ἀχαιοῖσιν
δὲ
μέγα
σθένος
ἔμβαλʼ
ἑκάστῳ
καρδίῃ
ἄληκτον
πολεμίζειν
ἠδὲ
μάχεσθαι
.
τοῖσι
δʼ
ἄφαρ
πόλεμος
γλυκίων
γένετʼ
ἠὲ
νέεσθαι
ἐν
νηυσὶ
γλαφυρῇσι
φίλην
ἐς
πατρίδα
γαῖαν
.
Ἀτρεΐδης
δʼ
ἐβόησεν
ἰδὲ
ζώννυσθαι
ἄνωγεν
15
Ἀργείους
·
ἐν
δʼ
αὐτὸς
ἐδύσετο
νώροπα
χαλκόν
.
κνημῖδας
μὲν
πρῶτα
περὶ
κνήμῃσιν
ἔθηκε
καλὰς
ἀργυρέοισιν
ἐπισφυρίοις
ἀραρυίας
·
δεύτερον
αὖ
θώρηκα
περὶ
στήθεσσιν
ἔδυνε
,
τόν
ποτέ
οἱ
Κινύρης
δῶκε
ξεινήϊον
εἶναι
.
20
πεύθετο
γὰρ
Κύπρον
δὲ
μέγα
κλέος
οὕνεκʼ
Ἀχαιοὶ
ἐς
Τροίην
νήεσσιν
ἀναπλεύσεσθαι
ἔμελλον
·
τοὔνεκά
οἱ
τὸν
δῶκε
χαριζόμενος
βασιλῆϊ
.
τοῦ
δʼ
ἤτοι
δέκα
οἶμοι
ἔσαν
μέλανος
κυάνοιο
,
δώδεκα
δὲ
χρυσοῖο
καὶ
εἴκοσι
κασσιτέροιο
·
25
κυάνεοι
δὲ
δράκοντες
ὀρωρέχατο
προτὶ
δειρὴν
τρεῖς
ἑκάτερθʼ
ἴρισσιν
ἐοικότες
,
ἅς
τε
Κρονίων
ἐν
νέφεϊ
στήριξε
,
τέρας
μερόπων
ἀνθρώπων
.
ἀμφὶ
δʼ
ἄρʼ
ὤμοισιν
βάλετο
ξίφος
·
ἐν
δέ
οἱ
ἧλοι
χρύσειοι
πάμφαινον
,
ἀτὰρ
περὶ
κουλεὸν
ἦεν
30
ἀργύρεον
χρυσέοισιν
ἀορτήρεσσιν
ἀρηρός
.
ἂν
δʼ
ἕλετʼ
ἀμφιβρότην
πολυδαίδαλον
ἀσπίδα
θοῦριν
καλήν
,
ἣν
πέρι
μὲν
κύκλοι
δέκα
χάλκεοι
ἦσαν
,
ἐν
δέ
οἱ
ὀμφαλοὶ
ἦσαν
ἐείκοσι
κασσιτέροιο
λευκοί
,
ἐν
δὲ
μέσοισιν
ἔην
μέλανος
κυάνοιο
.
35
τῇ
δʼ
ἐπὶ
μὲν
Γοργὼ
βλοσυρῶπις
ἐστεφάνωτο
δεινὸν
δερκομένη
,
περὶ
δὲ
Δεῖμός
τε
Φόβος
τε
.
τῆς
δʼ
ἐξ
ἀργύρεος
τελαμὼν
ἦν
·
αὐτὰρ
ἐπʼ
αὐτοῦ
κυάνεος
ἐλέλικτο
δράκων
,
κεφαλαὶ
δέ
οἱ
ἦσαν
τρεῖς
ἀμφιστρεφέες
ἑνὸς
αὐχένος
ἐκπεφυυῖαι
.
40
κρατὶ
δʼ
ἐπʼ
ἀμφίφαλον
κυνέην
θέτο
τετραφάληρον
ἵππουριν
·
δεινὸν
δὲ
λόφος
καθύπερθεν
ἔνευεν
.
εἵλετο
δʼ
ἄλκιμα
δοῦρε
δύω
κεκορυθμένα
χαλκῷ
ὀξέα
·
τῆλε
δὲ
χαλκὸς
ἀπʼ
αὐτόφιν
οὐρανὸν
εἴσω
λάμπʼ
·
ἐπὶ
δʼ
ἐγδούπησαν
Ἀθηναίη
τε
καὶ
Ἥρη
45
τιμῶσαι
βασιλῆα
πολυχρύσοιο
Μυκήνης
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.