Ἀτρεΐδης
δὲ
γέροντας
ἀολλέας
ἦγεν
Ἀχαιῶν
ἐς
κλισίην
,
παρὰ
δέ
σφι
τίθει
μενοεικέα
δαῖτα
.
90
οἳ
δʼ
ἐπʼ
ὀνείαθʼ
ἑτοῖμα
προκείμενα
χεῖρας
ἴαλλον
.
αὐτὰρ
ἐπεὶ
πόσιος
καὶ
ἐδητύος
ἐξ
ἔρον
ἕντο
,
τοῖς
ὁ
γέρων
πάμπρωτος
ὑφαίνειν
ἤρχετο
μῆτιν
Νέστωρ
,
οὗ
καὶ
πρόσθεν
ἀρίστη
φαίνετο
βουλή
·
ὅ
σφιν
ἐϋφρονέων
ἀγορήσατο
καὶ
μετέειπεν
·
95
Ἀτρεΐδη
κύδιστε
ἄναξ
ἀνδρῶν
Ἀγάμεμνον
ἐν
σοὶ
μὲν
λήξω
,
σέο
δʼ
ἄρξομαι
,
οὕνεκα
πολλῶν
λαῶν
ἐσσι
ἄναξ
καί
τοι
Ζεὺς
ἐγγυάλιξε
σκῆπτρόν
τʼ
ἠδὲ
θέμιστας
,
ἵνά
σφισι
βουλεύῃσθα
.
τώ
σε
χρὴ
περὶ
μὲν
φάσθαι
ἔπος
ἠδʼ
ἐπακοῦσαι
,
100
κρηῆναι
δὲ
καὶ
ἄλλῳ
,
ὅτʼ
ἄν
τινα
θυμὸς
ἀνώγῃ
εἰπεῖν
εἰς
ἀγαθόν
·
σέο
δʼ
ἕξεται
ὅττί
κεν
ἄρχῃ
.
αὐτὰρ
ἐγὼν
ἐρέω
ὥς
μοι
δοκεῖ
εἶναι
ἄριστα
.
οὐ
γάρ
τις
νόον
ἄλλος
ἀμείνονα
τοῦδε
νοήσει
οἷον
ἐγὼ
νοέω
ἠμὲν
πάλαι
ἠδʼ
ἔτι
καὶ
νῦν
105
ἐξ
ἔτι
τοῦ
ὅτε
διογενὲς
Βρισηΐδα
κούρην
χωομένου
Ἀχιλῆος
ἔβης
κλισίηθεν
ἀπούρας
οὔ
τι
καθʼ
ἡμέτερόν
γε
νόον
·
μάλα
γάρ
τοι
ἔγωγε
πόλλʼ
ἀπεμυθεόμην
·
σὺ
δὲ
σῷ
μεγαλήτορι
θυμῷ
εἴξας
ἄνδρα
φέριστον
,
ὃν
ἀθάνατοί
περ
ἔτισαν
,
110
ἠτίμησας
,
ἑλὼν
γὰρ
ἔχεις
γέρας
·
ἀλλʼ
ἔτι
καὶ
νῦν
φραζώμεσθʼ
ὥς
κέν
μιν
ἀρεσσάμενοι
πεπίθωμεν
δώροισίν
τʼ
ἀγανοῖσιν
ἔπεσσί
τε
μειλιχίοισι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.