οἳ
δʼ
ἀμφʼ
Ἀσκαλάφῳ
αὐτοσχεδὸν
ὁρμήθησαν
·
Δηΐφοβος
μὲν
ἀπʼ
Ἀσκαλάφου
πήληκα
φαεινὴν
ἥρπασε
,
Μηριόνης
δὲ
θοῷ
ἀτάλαντος
Ἄρηϊ
δουρὶ
βραχίονα
τύψεν
ἐπάλμενος
,
ἐκ
δʼ
ἄρα
χειρὸς
αὐλῶπις
τρυφάλεια
χαμαὶ
βόμβησε
πεσοῦσα
.
530
Μηριόνης
δʼ
ἐξ
αὖτις
ἐπάλμενος
αἰγυπιὸς
ὣς
ἐξέρυσε
πρυμνοῖο
βραχίονος
ὄβριμον
ἔγχος
,
ἂψ
δʼ
ἑτάρων
εἰς
ἔθνος
ἐχάζετο
.
τὸν
δὲ
Πολίτης
αὐτοκασίγνητος
περὶ
μέσσῳ
χεῖρε
τιτήνας
ἐξῆγεν
πολέμοιο
δυσηχέος
,
ὄφρʼ
ἵκεθʼ
ἵππους
535
ὠκέας
,
οἵ
οἱ
ὄπισθε
μάχης
ἠδὲ
πτολέμοιο
ἕστασαν
ἡνίοχόν
τε
καὶ
ἅρματα
ποικίλʼ
ἔχοντες
·
οἳ
τόν
γε
προτὶ
ἄστυ
φέρον
βαρέα
στενάχοντα
τειρόμενον
·
κατὰ
δʼ
αἷμα
νεουτάτου
ἔρρεε
χειρός
.
οἳ
δʼ
ἄλλοι
μάρναντο
,
βοὴ
δʼ
ἄσβεστος
ὀρώρει
.
540
ἔνθʼ
Αἰνέας
Ἀφαρῆα
Καλητορίδην
ἐπορούσας
λαιμὸν
τύψʼ
ἐπὶ
οἷ
τετραμμένον
ὀξέϊ
δουρί
·
ἐκλίνθη
δʼ
ἑτέρωσε
κάρη
,
ἐπὶ
δʼ
ἀσπὶς
ἑάφθη
καὶ
κόρυς
,
ἀμφὶ
δέ
οἱ
θάνατος
χύτο
θυμοραϊστής
.
Ἀντίλοχος
δὲ
Θόωνα
μεταστρεφθέντα
δοκεύσας
545
οὔτασʼ
ἐπαΐξας
,
ἀπὸ
δὲ
φλέβα
πᾶσαν
ἔκερσεν
,
ἥ
τʼ
ἀνὰ
νῶτα
θέουσα
διαμπερὲς
αὐχένʼ
ἱκάνει
·
τὴν
ἀπὸ
πᾶσαν
ἔκερσεν
·
ὃ
δʼ
ὕπτιος
ἐν
κονίῃσι
κάππεσεν
,
ἄμφω
χεῖρε
φίλοις
ἑτάροισι
πετάσσας
.
Ἀντίλοχος
δʼ
ἐπόρουσε
,
καὶ
αἴνυτο
τεύχεʼ
ἀπʼ
ὤμων
550
παπταίνων
·
Τρῶες
δὲ
περισταδὸν
ἄλλοθεν
ἄλλος
οὔταζον
σάκος
εὐρὺ
παναίολον
,
οὐδὲ
δύναντο
εἴσω
ἐπιγράψαι
τέρενα
χρόα
νηλέϊ
χαλκῷ
Ἀντιλόχου
·
πέρι
γάρ
ῥα
Ποσειδάων
ἐνοσίχθων
Νέστορος
υἱὸν
ἔρυτο
καὶ
ἐν
πολλοῖσι
βέλεσσιν
.
555
οὐ
μὲν
γάρ
ποτʼ
ἄνευ
δηΐων
ἦν
,
ἀλλὰ
κατʼ
αὐτοὺς
στρωφᾶτʼ
·
οὐδέ
οἱ
ἔγχος
ἔχʼ
ἀτρέμας
,
ἀλλὰ
μάλʼ
αἰεὶ
σειόμενον
ἐλέλικτο
·
τιτύσκετο
δὲ
φρεσὶν
ᾗσιν
ἤ
τευ
ἀκοντίσσαι
,
ἠὲ
σχεδὸν
ὁρμηθῆναι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.