αὐτὰρ
ἐπεὶ
διά
τε
σκόλοπας
καὶ
τάφρον
ἔβησαν
1
φεύγοντες
,
πολλοὶ
δὲ
δάμεν
Δαναῶν
ὑπὸ
χερσίν
,
οἳ
μὲν
δὴ
παρʼ
ὄχεσφιν
ἐρητύοντο
μένοντες
χλωροὶ
ὑπαὶ
δείους
πεφοβημένοι
·
ἔγρετο
δὲ
Ζεὺς
Ἴδης
ἐν
κορυφῇσι
παρὰ
χρυσοθρόνου
Ἥρης
,
5
στῆ
δʼ
ἄρʼ
ἀναΐξας
,
ἴδε
δὲ
Τρῶας
καὶ
Ἀχαιοὺς
τοὺς
μὲν
ὀρινομένους
,
τοὺς
δὲ
κλονέοντας
ὄπισθεν
Ἀργείους
,
μετὰ
δέ
σφι
Ποσειδάωνα
ἄνακτα
·
Ἕκτορα
δʼ
ἐν
πεδίῳ
ἴδε
κείμενον
,
ἀμφὶ
δʼ
ἑταῖροι
εἵαθʼ
,
ὃ
δʼ
ἀργαλέῳ
ἔχετʼ
ἄσθματι
κῆρ
ἀπινύσσων
10
αἷμʼ
ἐμέων
,
ἐπεὶ
οὔ
μιν
ἀφαυρότατος
βάλʼ
Ἀχαιῶν
.
τὸν
δὲ
ἰδὼν
ἐλέησε
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
,
δεινὰ
δʼ
ὑπόδρα
ἰδὼν
Ἥρην
πρὸς
μῦθον
ἔειπεν
·
ἦ
μάλα
δὴ
κακότεχνος
ἀμήχανε
σὸς
δόλος
Ἥρη
Ἕκτορα
δῖον
ἔπαυσε
μάχης
,
ἐφόβησε
δὲ
λαούς
.
15
οὐ
μὰν
οἶδʼ
εἰ
αὖτε
κακορραφίης
ἀλεγεινῆς
πρώτη
ἐπαύρηαι
καί
σε
πληγῇσιν
ἱμάσσω
.
ἦ
οὐ
μέμνῃ
ὅτε
τʼ
ἐκρέμω
ὑψόθεν
,
ἐκ
δὲ
ποδοῖιν
ἄκμονας
ἧκα
δύω
,
περὶ
χερσὶ
δὲ
δεσμὸν
ἴηλα
χρύσεον
ἄρρηκτον
;
σὺ
δʼ
ἐν
αἰθέρι
καὶ
νεφέλῃσιν
20
ἐκρέμω
·
ἠλάστεον
δὲ
θεοὶ
κατὰ
μακρὸν
Ὄλυμπον
,
λῦσαι
δʼ
οὐκ
ἐδύναντο
παρασταδόν
·
ὃν
δὲ
λάβοιμι
ῥίπτασκον
τεταγὼν
ἀπὸ
βηλοῦ
ὄφρʼ
ἂν
ἵκηται
γῆν
ὀλιγηπελέων
·
ἐμὲ
δʼ
οὐδʼ
ὧς
θυμὸν
ἀνίει
ἀζηχὴς
ὀδύνη
Ἡρακλῆος
θείοιο
,
25
τὸν
σὺ
ξὺν
Βορέῃ
ἀνέμῳ
πεπιθοῦσα
θυέλλας
πέμψας
ἐπʼ
ἀτρύγετον
πόντον
κακὰ
μητιόωσα
,
καί
μιν
ἔπειτα
Κόων
δʼ
εὖ
ναιομένην
ἀπένεικας
.
τὸν
μὲν
ἐγὼν
ἔνθεν
ῥυσάμην
καὶ
ἀνήγαγον
αὖτις
Ἄργος
ἐς
ἱππόβοτον
καὶ
πολλά
περ
ἀθλήσαντα
.
30
τῶν
σʼ
αὖτις
μνήσω
ἵνʼ
ἀπολλήξῃς
ἀπατάων
,
ὄφρα
ἴδῃ
ἤν
τοι
χραίσμῃ
φιλότης
τε
καὶ
εὐνή
,
ἣν
ἐμίγης
ἐλθοῦσα
θεῶν
ἄπο
καί
μʼ
ἀπάτησας
.
ὣς
φάτο
,
ῥίγησεν
δὲ
βοῶπις
πότνια
Ἥρη
,
καί
μιν
φωνήσασʼ
ἔπεα
πτερόεντα
προσηύδα
·
35
ἴστω
νῦν
τόδε
Γαῖα
καὶ
Οὐρανὸς
εὐρὺς
ὕπερθε
καὶ
τὸ
κατειβόμενον
Στυγὸς
ὕδωρ
,
ὅς
τε
μέγιστος
ὅρκος
δεινότατός
τε
πέλει
μακάρεσσι
θεοῖσι
,
σή
θʼ
ἱερὴ
κεφαλὴ
καὶ
νωΐτερον
λέχος
αὐτῶν
κουρίδιον
,
τὸ
μὲν
οὐκ
ἂν
ἐγώ
ποτε
μὰψ
ὀμόσαιμι
·
40
μὴ
διʼ
ἐμὴν
ἰότητα
Ποσειδάων
ἐνοσίχθων
πημαίνει
Τρῶάς
τε
καὶ
Ἕκτορα
,
τοῖσι
δʼ
ἀρήγει
,
ἀλλά
που
αὐτὸν
θυμὸς
ἐποτρύνει
καὶ
ἀνώγει
,
τειρομένους
δʼ
ἐπὶ
νηυσὶν
ἰδὼν
ἐλέησεν
Ἀχαιούς
.
αὐτάρ
τοι
καὶ
κείνῳ
ἐγὼ
παραμυθησαίμην
45
τῇ
ἴμεν
ᾗ
κεν
δὴ
σὺ
κελαινεφὲς
ἡγεμονεύῃς
.
ὣς
φάτο
,
μείδησεν
δὲ
πατὴρ
ἀνδρῶν
τε
θεῶν
τε
,
καί
μιν
ἀμειβόμενος
ἔπεα
πτερόεντα
προσηύδα
·
εἰ
μὲν
δὴ
σύ
γʼ
ἔπειτα
βοῶπις
πότνια
Ἥρη
ἶσον
ἐμοὶ
φρονέουσα
μετʼ
ἀθανάτοισι
καθίζοις
,
50
τώ
κε
Ποσειδάων
γε
,
καὶ
εἰ
μάλα
βούλεται
ἄλλῃ
,
αἶψα
μεταστρέψειε
νόον
μετὰ
σὸν
καὶ
ἐμὸν
κῆρ
.
ἀλλʼ
εἰ
δή
ῥʼ
ἐτεόν
γε
καὶ
ἀτρεκέως
ἀγορεύεις
,
ἔρχεο
νῦν
μετὰ
φῦλα
θεῶν
,
καὶ
δεῦρο
κάλεσσον
Ἶρίν
τʼ
ἐλθέμεναι
καὶ
Ἀπόλλωνα
κλυτότοξον
,
55
ὄφρʼ
ἣ
μὲν
μετὰ
λαὸν
Ἀχαιῶν
χαλκοχιτώνων
ἔλθῃ
,
καὶ
εἴπῃσι
Ποσειδάωνι
ἄνακτι
παυσάμενον
πολέμοιο
τὰ
ἃ
πρὸς
δώμαθʼ
ἱκέσθαι
,
Ἕκτορα
δʼ
ὀτρύνῃσι
μάχην
ἐς
Φοῖβος
Ἀπόλλων
,
αὖτις
δʼ
ἐμπνεύσῃσι
μένος
,
λελάθῃ
δʼ
ὀδυνάων
60
αἳ
νῦν
μιν
τείρουσι
κατὰ
φρένας
,
αὐτὰρ
Ἀχαιοὺς
αὖτις
ἀποστρέψῃσιν
ἀνάλκιδα
φύζαν
ἐνόρσας
,
φεύγοντες
δʼ
ἐν
νηυσὶ
πολυκλήϊσι
πέσωσι
Πηλεΐδεω
Ἀχιλῆος
·
ὃ
δʼ
ἀνστήσει
ὃν
ἑταῖρον
Πάτροκλον
·
τὸν
δὲ
κτενεῖ
ἔγχεϊ
φαίδιμος
Ἕκτωρ
65
Ἰλίου
προπάροιθε
πολέας
ὀλέσαντʼ
αἰζηοὺς
τοὺς
ἄλλους
,
μετὰ
δʼ
υἱὸν
ἐμὸν
Σαρπηδόνα
δῖον
.
τοῦ
δὲ
χολωσάμενος
κτενεῖ
Ἕκτορα
δῖος
Ἀχιλλεύς
.
ἐκ
τοῦ
δʼ
ἄν
τοι
ἔπειτα
παλίωξιν
παρὰ
νηῶν
αἰὲν
ἐγὼ
τεύχοιμι
διαμπερὲς
εἰς
ὅ
κʼ
Ἀχαιοὶ
70
Ἴλιον
αἰπὺ
ἕλοιεν
Ἀθηναίης
διὰ
βουλάς
.
τὸ
πρὶν
δʼ
οὔτʼ
ἄρʼ
ἐγὼ
παύω
χόλον
οὔτέ
τινʼ
ἄλλον
ἀθανάτων
Δαναοῖσιν
ἀμυνέμεν
ἐνθάδʼ
ἐάσω
πρίν
γε
τὸ
Πηλεΐδαο
τελευτηθῆναι
ἐέλδωρ
,
ὥς
οἱ
ὑπέστην
πρῶτον
,
ἐμῷ
δʼ
ἐπένευσα
κάρητι
,
75
ἤματι
τῷ
ὅτʼ
ἐμεῖο
θεὰ
Θέτις
ἥψατο
γούνων
,
λισσομένη
τιμῆσαι
Ἀχιλλῆα
πτολίπορθον
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
θεὰ
λευκώλενος
Ἥρη
,
βῆ
δʼ
ἐξ
Ἰδαίων
ὀρέων
ἐς
μακρὸν
Ὄλυμπον
.
ὡς
δʼ
ὅτʼ
ἂν
ἀΐξῃ
νόος
ἀνέρος
,
ὅς
τʼ
ἐπὶ
πολλὴν
80
γαῖαν
ἐληλουθὼς
φρεσὶ
πευκαλίμῃσι
νοήσῃ
ἔνθʼ
εἴην
ἢ
ἔνθα
,
μενοινήῃσί
τε
πολλά
,
ὣς
κραιπνῶς
μεμαυῖα
διέπτατο
πότνια
Ἥρη
·
ἵκετο
δʼ
αἰπὺν
Ὄλυμπον
,
ὁμηγερέεσσι
δʼ
ἐπῆλθεν
ἀθανάτοισι
θεοῖσι
Διὸς
δόμῳ
·
οἳ
δὲ
ἰδόντες
85
πάντες
ἀνήϊξαν
καὶ
δεικανόωντο
δέπασσιν
.
ἣ
δʼ
ἄλλους
μὲν
ἔασε
,
Θέμιστι
δὲ
καλλιπαρῄῳ
δέκτο
δέπας
·
πρώτη
γὰρ
ἐναντίη
ἦλθε
θέουσα
,
καί
μιν
φωνήσασʼ
ἔπεα
πτερόεντα
προσηύδα
·
Ἥρη
τίπτε
βέβηκας
;
ἀτυζομένῃ
δὲ
ἔοικας
·
90
ἦ
μάλα
δή
σʼ
ἐφόβησε
Κρόνου
πάϊς
,
ὅς
τοι
ἀκοίτης
.
τὴν
δʼ
ἠμείβετʼ
ἔπειτα
θεὰ
λευκώλενος
Ἥρη
·
μή
με
θεὰ
Θέμι
ταῦτα
διείρεο
·
οἶσθα
καὶ
αὐτὴ
οἷος
κείνου
θυμὸς
ὑπερφίαλος
καὶ
ἀπηνής
.
ἀλλὰ
σύ
γʼ
ἄρχε
θεοῖσι
δόμοις
ἔνι
δαιτὸς
ἐΐσης
·
95
ταῦτα
δὲ
καὶ
μετὰ
πᾶσιν
ἀκούσεαι
ἀθανάτοισιν
οἷα
Ζεὺς
κακὰ
ἔργα
πιφαύσκεται
·
οὐδέ
τί
φημι
πᾶσιν
ὁμῶς
θυμὸν
κεχαρησέμεν
,
οὔτε
βροτοῖσιν
οὔτε
θεοῖς
,
εἴ
πέρ
τις
ἔτι
νῦν
δαίνυται
εὔφρων
.
ἣ
μὲν
ἄρʼ
ὣς
εἰποῦσα
καθέζετο
πότνια
Ἥρη
,
100
ὄχθησαν
δʼ
ἀνὰ
δῶμα
Διὸς
θεοί
·
ἣ
δʼ
ἐγέλασσε
χείλεσιν
,
οὐδὲ
μέτωπον
ἐπʼ
ὀφρύσι
κυανέῃσιν
ἰάνθη
·
πᾶσιν
δὲ
νεμεσσηθεῖσα
μετηύδα
·
νήπιοι
οἳ
Ζηνὶ
μενεαίνομεν
ἀφρονέοντες
·
ἦ
ἔτι
μιν
μέμαμεν
καταπαυσέμεν
ἆσσον
ἰόντες
105
ἢ
ἔπει
ἠὲ
βίῃ
·
ὃ
δʼ
ἀφήμενος
οὐκ
ἀλεγίζει
οὐδʼ
ὄθεται
·
φησὶν
γὰρ
ἐν
ἀθανάτοισι
θεοῖσι
κάρτεΐ
τε
σθένεΐ
τε
διακριδὸν
εἶναι
ἄριστος
.
τὼ
ἔχεθʼ
ὅττί
κεν
ὔμμι
κακὸν
πέμπῃσιν
ἑκάστῳ
.
ἤδη
γὰρ
νῦν
ἔλπομʼ
Ἄρηΐ
γε
πῆμα
τετύχθαι
·
110
υἱὸς
γάρ
οἱ
ὄλωλε
μάχῃ
ἔνι
φίλτατος
ἀνδρῶν
Ἀσκάλαφος
,
τόν
φησιν
ὃν
ἔμμεναι
ὄβριμος
Ἄρης
.
ὣς
ἔφατʼ
,
αὐτὰρ
Ἄρης
θαλερὼ
πεπλήγετο
μηρὼ
χερσὶ
καταπρηνέσσʼ
,
ὀλοφυρόμενος
δʼ
ἔπος
ηὔδα
·
μὴ
νῦν
μοι
νεμεσήσετʼ
Ὀλύμπια
δώματʼ
ἔχοντες
115
τίσασθαι
φόνον
υἷος
ἰόντʼ
ἐπὶ
νῆας
Ἀχαιῶν
,
εἴ
πέρ
μοι
καὶ
μοῖρα
Διὸς
πληγέντι
κεραυνῷ
κεῖσθαι
ὁμοῦ
νεκύεσσι
μεθʼ
αἵματι
καὶ
κονίῃσιν
.
ὣς
φάτο
,
καί
ῥʼ
ἵππους
κέλετο
Δεῖμόν
τε
Φόβον
τε
ζευγνύμεν
,
αὐτὸς
δʼ
ἔντεʼ
ἐδύσετο
παμφανόωντα
.
120
ἔνθά
κʼ
ἔτι
μείζων
τε
καὶ
ἀργαλεώτερος
ἄλλος
πὰρ
Διὸς
ἀθανάτοισι
χόλος
καὶ
μῆνις
ἐτύχθη
,
εἰ
μὴ
Ἀθήνη
πᾶσι
περιδείσασα
θεοῖσιν
ὦρτο
διὲκ
προθύρου
,
λίπε
δὲ
θρόνον
ἔνθα
θάασσε
,
τοῦ
δʼ
ἀπὸ
μὲν
κεφαλῆς
κόρυθʼ
εἵλετο
καὶ
σάκος
ὤμων
,
125
ἔγχος
δʼ
ἔστησε
στιβαρῆς
ἀπὸ
χειρὸς
ἑλοῦσα
χάλκεον
·
ἣ
δʼ
ἐπέεσσι
καθάπτετο
θοῦρον
Ἄρηα
·
μαινόμενε
φρένας
ἠλὲ
διέφθορας
·
ἦ
νύ
τοι
αὔτως
οὔατʼ
ἀκουέμεν
ἐστί
,
νόος
δʼ
ἀπόλωλε
καὶ
αἰδώς
.
οὐκ
ἀΐεις
ἅ
τέ
φησι
θεὰ
λευκώλενος
Ἥρη
130
ἣ
δὴ
νῦν
πὰρ
Ζηνὸς
Ὀλυμπίου
εἰλήλουθεν
;
ἦ
ἐθέλεις
αὐτὸς
μὲν
ἀναπλήσας
κακὰ
πολλὰ
ἂψ
ἴμεν
Οὔλυμπον
δὲ
καὶ
ἀχνύμενός
περ
ἀνάγκῃ
,
αὐτὰρ
τοῖς
ἄλλοισι
κακὸν
μέγα
πᾶσι
φυτεῦσαι
;
αὐτίκα
γὰρ
Τρῶας
μὲν
ὑπερθύμους
καὶ
Ἀχαιοὺς
135
λείψει
,
ὃ
δʼ
ἡμέας
εἶσι
κυδοιμήσων
ἐς
Ὄλυμπον
,
μάρψει
δʼ
ἑξείης
ὅς
τʼ
αἴτιος
ὅς
τε
καὶ
οὐκί
.
τώ
σʼ
αὖ
νῦν
κέλομαι
μεθέμεν
χόλον
υἷος
ἑῆος
·
ἤδη
γάρ
τις
τοῦ
γε
βίην
καὶ
χεῖρας
ἀμείνων
ἢ
πέφατʼ
,
ἢ
καὶ
ἔπειτα
πεφήσεται
·
ἀργαλέον
δὲ
140
πάντων
ἀνθρώπων
ῥῦσθαι
γενεήν
τε
τόκον
τε
.
ὣς
εἰποῦσʼ
ἵδρυσε
θρόνῳ
ἔνι
θοῦρον
Ἄρηα
.
Ἥρη
δʼ
Ἀπόλλωνα
καλέσσατο
δώματος
ἐκτὸς
Ἶρίν
θʼ
,
ἥ
τε
θεοῖσι
μετάγγελος
ἀθανάτοισι
,
καί
σφεας
φωνήσασʼ
ἔπεα
πτερόεντα
προσηύδα
·
145
Ζεὺς
σφὼ
εἰς
Ἴδην
κέλετʼ
ἐλθέμεν
ὅττι
τάχιστα
·
αὐτὰρ
ἐπὴν
ἔλθητε
,
Διός
τʼ
εἰς
ὦπα
ἴδησθε
,
ἕρδειν
ὅττί
κε
κεῖνος
ἐποτρύνῃ
καὶ
ἀνώγῃ
.
ἣ
μὲν
ἄρʼ
ὣς
εἰποῦσα
πάλιν
κίε
πότνια
Ἥρη
,
ἕζετο
δʼ
εἰνὶ
θρόνῳ
·
τὼ
δʼ
ἀΐξαντε
πετέσθην
.
150
Ἴδην
δʼ
ἵκανον
πολυπίδακα
μητέρα
θηρῶν
,
εὗρον
δʼ
εὐρύοπα
Κρονίδην
ἀνὰ
Γαργάρῳ
ἄκρῳ
ἥμενον
·
ἀμφὶ
δέ
μιν
θυόεν
νέφος
ἐστεφάνωτο
.
τὼ
δὲ
πάροιθʼ
ἐλθόντε
Διὸς
νεφεληγερέταο
στήτην
·
οὐδέ
σφωϊν
ἰδὼν
ἐχολώσατο
θυμῷ
,
155
ὅττί
οἱ
ὦκʼ
ἐπέεσσι
φίλης
ἀλόχοιο
πιθέσθην
.
Ἶριν
δὲ
προτέρην
ἔπεα
πτερόεντα
προσηύδα
·
βάσκʼ
ἴθι
Ἶρι
ταχεῖα
,
Ποσειδάωνι
ἄνακτι
πάντα
τάδʼ
ἀγγεῖλαι
,
μὴ
δὲ
ψευδάγγελος
εἶναι
.
παυσάμενόν
μιν
ἄνωχθι
μάχης
ἠδὲ
πτολέμοιο
160
ἔρχεσθαι
μετὰ
φῦλα
θεῶν
ἢ
εἰς
ἅλα
δῖαν
.
εἰ
δέ
μοι
οὐκ
ἐπέεσσʼ
ἐπιπείσεται
,
ἀλλʼ
ἀλογήσει
,
φραζέσθω
δὴ
ἔπειτα
κατὰ
φρένα
καὶ
κατὰ
θυμὸν
μή
μʼ
οὐδὲ
κρατερός
περ
ἐὼν
ἐπιόντα
ταλάσσῃ
μεῖναι
,
ἐπεί
εὑ
φημὶ
βίῃ
πολὺ
φέρτερος
εἶναι
165
καὶ
γενεῇ
πρότερος
·
τοῦ
δʼ
οὐκ
ὄθεται
φίλον
ἦτορ
ἶσον
ἐμοὶ
φάσθαι
,
τόν
τε
στυγέουσι
καὶ
ἄλλοι
.
ὣς
ἔφατʼ
,
οὐδʼ
ἀπίθησε
ποδήνεμος
ὠκέα
Ἶρις
,
βῆ
δὲ
κατʼ
Ἰδαίων
ὀρέων
εἰς
Ἴλιον
ἱρήν
.
ὡς
δʼ
ὅτʼ
ἂν
ἐκ
νεφέων
πτῆται
νιφὰς
ἠὲ
χάλαζα
170
ψυχρὴ
ὑπὸ
ῥιπῆς
αἰθρηγενέος
Βορέαο
,
ὣς
κραιπνῶς
μεμαυῖα
διέπτατο
ὠκέα
Ἶρις
,
ἀγχοῦ
δʼ
ἱσταμένη
προσέφη
κλυτὸν
ἐννοσίγαιον
·
ἀγγελίην
τινά
τοι
γαιήοχε
κυανοχαῖτα
ἦλθον
δεῦρο
φέρουσα
παραὶ
Διὸς
αἰγιόχοιο
.
175
παυσάμενόν
σʼ
ἐκέλευσε
μάχης
ἠδὲ
πτολέμοιο
ἔρχεσθαι
μετὰ
φῦλα
θεῶν
ἢ
εἰς
ἅλα
δῖαν
.
εἰ
δέ
οἱ
οὐκ
ἐπέεσσʼ
ἐπιπείσεαι
,
ἀλλʼ
ἀλογήσεις
,
ἠπείλει
καὶ
κεῖνος
ἐναντίβιον
πολεμίξων
ἐνθάδʼ
ἐλεύσεσθαι
·
σὲ
δʼ
ὑπεξαλέασθαι
ἄνωγε
180
χεῖρας
,
ἐπεὶ
σέο
φησὶ
βίῃ
πολὺ
φέρτερος
εἶναι
καὶ
γενεῇ
πρότερος
·
σὸν
δʼ
οὐκ
ὄθεται
φίλον
ἦτορ
ἶσόν
οἱ
φάσθαι
,
τόν
τε
στυγέουσι
καὶ
ἄλλοι
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.