τὸν
δʼ
αἰσχρῶς
ἐνένιπεν
Ὀϊλῆος
ταχὺς
Αἴας
·
Ἰδομενεῦ
τί
πάρος
λαβρεύεαι
;
αἳ
δέ
τʼ
ἄνευθεν
ἵπποι
ἀερσίποδες
πολέος
πεδίοιο
δίενται
.
475
οὔτε
νεώτατός
ἐσσι
μετʼ
Ἀργείοισι
τοσοῦτον
,
οὔτέ
τοι
ὀξύτατον
κεφαλῆς
ἐκδέρκεται
ὄσσε
·
ἀλλʼ
αἰεὶ
μύθοις
λαβρεύεαι
·
οὐδέ
τί
σε
χρὴ
λαβραγόρην
ἔμεναι
·
πάρα
γὰρ
καὶ
ἀμείνονες
ἄλλοι
.
ἵπποι
δʼ
αὐταὶ
ἔασι
παροίτεραι
,
αἳ
τὸ
πάρος
περ
,
480
Εὐμήλου
,
ἐν
δʼ
αὐτὸς
ἔχων
εὔληρα
βέβηκε
.
τὸν
δὲ
χολωσάμενος
Κρητῶν
ἀγὸς
ἀντίον
ηὔδα
·
Αἶαν
νεῖκος
ἄριστε
κακοφραδὲς
ἄλλά
τε
πάντα
δεύεαι
Ἀργείων
,
ὅτι
τοι
νόος
ἐστὶν
ἀπηνής
.
δεῦρό
νυν
ἢ
τρίποδος
περιδώμεθον
ἠὲ
λέβητος
,
485
ἴστορα
δʼ
Ἀτρεΐδην
Ἀγαμέμνονα
θείομεν
ἄμφω
,
ὁππότεραι
πρόσθʼ
ἵπποι
,
ἵνα
γνώῃς
ἀποτίνων
.
ὣς
ἔφατʼ
,
ὄρνυτο
δʼ
αὐτίκʼ
Ὀϊλῆος
ταχὺς
Αἴας
χωόμενος
χαλεποῖσιν
ἀμείψασθαι
ἐπέεσσι
·
καί
νύ
κε
δὴ
προτέρω
ἔτʼ
ἔρις
γένετʼ
ἀμφοτέροισιν
,
490
εἰ
μὴ
Ἀχιλλεὺς
αὐτὸς
ἀνίστατο
καὶ
φάτο
μῦθον
·
μηκέτι
νῦν
χαλεποῖσιν
ἀμείβεσθον
ἐπέεσσιν
Αἶαν
Ἰδομενεῦ
τε
κακοῖς
,
ἐπεὶ
οὐδὲ
ἔοικε
.
καὶ
δʼ
ἄλλῳ
νεμεσᾶτον
ὅτις
τοιαῦτά
γε
ῥέζοι
.
ἀλλʼ
ὑμεῖς
ἐν
ἀγῶνι
καθήμενοι
εἰσοράασθε
495
ἵππους
·
οἳ
δὲ
τάχʼ
αὐτοὶ
ἐπειγόμενοι
περὶ
νίκης
ἐνθάδʼ
ἐλεύσονται
·
τότε
δὲ
γνώσεσθε
ἕκαστος
ἵππους
Ἀργείων
,
οἳ
δεύτεροι
οἵ
τε
πάροιθεν
.
ὣς
φάτο
,
Τυδεΐδης
δὲ
μάλα
σχεδὸν
ἦλθε
διώκων
,
μάστι
δʼ
αἰὲν
ἔλαυνε
κατωμαδόν
·
οἳ
δέ
οἱ
ἵπποι
500
ὑψόσʼ
ἀειρέσθην
ῥίμφα
πρήσσοντε
κέλευθον
.
αἰεὶ
δʼ
ἡνίοχον
κονίης
ῥαθάμιγγες
ἔβαλλον
,
ἅρματα
δὲ
χρυσῷ
πεπυκασμένα
κασσιτέρῳ
τε
ἵπποις
ὠκυπόδεσσιν
ἐπέτρεχον
·
οὐδέ
τι
πολλὴ
γίγνετʼ
ἐπισσώτρων
ἁρματροχιὴ
κατόπισθεν
505
ἐν
λεπτῇ
κονίῃ
·
τὼ
δὲ
σπεύδοντε
πετέσθην
.
στῆ
δὲ
μέσῳ
ἐν
ἀγῶνι
,
πολὺς
δʼ
ἀνεκήκιεν
ἱδρὼς
ἵππων
ἔκ
τε
λόφων
καὶ
ἀπὸ
στέρνοιο
χαμᾶζε
.
αὐτὸς
δʼ
ἐκ
δίφροιο
χαμαὶ
θόρε
παμφανόωντος
,
κλῖνε
δʼ
ἄρα
μάστιγα
ποτὶ
ζυγόν
·
οὐδὲ
μάτησεν
510
ἴφθιμος
Σθένελος
,
ἀλλʼ
ἐσσυμένως
λάβʼ
ἄεθλον
,
δῶκε
δʼ
ἄγειν
ἑτάροισιν
ὑπερθύμοισι
γυναῖκα
καὶ
τρίποδʼ
ὠτώεντα
φέρειν
·
ὃ
δʼ
ἔλυεν
ὑφʼ
ἵππους
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.