τὸν
δʼ
αὖτε
προσέειπε
Δόλων
Εὐμήδεος
υἱός
·
τοὶ
γὰρ
ἐγώ
τοι
ταῦτα
μάλʼ
ἀτρεκέως
καταλέξω
.
Ἕκτωρ
μὲν
μετὰ
τοῖσιν
,
ὅσοι
βουληφόροι
εἰσί
,
βουλὰς
βουλεύει
θείου
παρὰ
σήματι
Ἴλου
415
νόσφιν
ἀπὸ
φλοίσβου
·
φυλακὰς
δʼ
ἃς
εἴρεαι
ἥρως
οὔ
τις
κεκριμένη
ῥύεται
στρατὸν
οὐδὲ
φυλάσσει
.
ὅσσαι
μὲν
Τρώων
πυρὸς
ἐσχάραι
,
οἷσιν
ἀνάγκη
οἷ
δʼ
ἐγρηγόρθασι
φυλασσέμεναί
τε
κέλονται
ἀλλήλοις
·
ἀτὰρ
αὖτε
πολύκλητοι
ἐπίκουροι
420
εὕδουσι
·
Τρωσὶν
γὰρ
ἐπιτραπέουσι
φυλάσσειν
·
οὐ
γάρ
σφιν
παῖδες
σχεδὸν
εἵαται
οὐδὲ
γυναῖκες
.
τὸν
δʼ
ἀπαμειβόμενος
προσέφη
πολύμητις
Ὀδυσσεύς
·
πῶς
γὰρ
νῦν
Τρώεσσι
μεμιγμένοι
ἱπποδάμοισιν
εὕδουσʼ
ἦ
ἀπάνευθε
;
δίειπέ
μοι
ὄφρα
δαείω
.
425
τὸν
δʼ
ἠμείβετʼ
ἔπειτα
Δόλων
Εὐμήδεος
υἱός
·
τοὶ
γὰρ
ἐγὼ
καὶ
ταῦτα
μάλʼ
ἀτρεκέως
καταλέξω
.
πρὸς
μὲν
ἁλὸς
Κᾶρες
καὶ
Παίονες
ἀγκυλότοξοι
καὶ
Λέλεγες
καὶ
Καύκωνες
δῖοί
τε
Πελασγοί
,
πρὸς
Θύμβρης
δʼ
ἔλαχον
Λύκιοι
Μυσοί
τʼ
ἀγέρωχοι
430
καὶ
Φρύγες
ἱππόμαχοι
καὶ
Μῄονες
ἱπποκορυσταί
.
ἀλλὰ
τί
ἢ
ἐμὲ
ταῦτα
διεξερέεσθε
ἕκαστα
;
εἰ
γὰρ
δὴ
μέματον
Τρώων
καταδῦναι
ὅμιλον
Θρήϊκες
οἷδʼ
ἀπάνευθε
νεήλυδες
ἔσχατοι
ἄλλων
·
ἐν
δέ
σφιν
Ῥῆσος
βασιλεὺς
πάϊς
Ἠϊονῆος
.
435
τοῦ
δὴ
καλλίστους
ἵππους
ἴδον
ἠδὲ
μεγίστους
·
λευκότεροι
χιόνος
,
θείειν
δʼ
ἀνέμοισιν
ὁμοῖοι
·
ἅρμα
δέ
οἱ
χρυσῷ
τε
καὶ
ἀργύρῳ
εὖ
ἤσκηται
·
τεύχεα
δὲ
χρύσεια
πελώρια
θαῦμα
ἰδέσθαι
ἤλυθʼ
ἔχων
·
τὰ
μὲν
οὔ
τι
καταθνητοῖσιν
ἔοικεν
440
ἄνδρεσσιν
φορέειν
,
ἀλλʼ
ἀθανάτοισι
θεοῖσιν
.
ἀλλʼ
ἐμὲ
μὲν
νῦν
νηυσὶ
πελάσσετον
ὠκυπόροισιν
,
ἠέ
με
δήσαντες
λίπετʼ
αὐτόθι
νηλέϊ
δεσμῷ
,
ὄφρά
κεν
ἔλθητον
καὶ
πειρηθῆτον
ἐμεῖο
ἠὲ
κατʼ
αἶσαν
ἔειπον
ἐν
ὑμῖν
,
ἦε
καὶ
οὐκί
.
445
τὸν
δʼ
ἄρʼ
ὑπόδρα
ἰδὼν
προσέφη
κρατερὸς
Διομήδης
·
μὴ
δή
μοι
φύξίν
γε
Δόλων
ἐμβάλλεο
θυμῷ
·
ἐσθλά
περ
ἀγγείλας
,
ἐπεὶ
ἵκεο
χεῖρας
ἐς
ἁμάς
.
εἰ
μὲν
γάρ
κέ
σε
νῦν
ἀπολύσομεν
ἠὲ
μεθῶμεν
,
ἦ
τε
καὶ
ὕστερον
εἶσθα
θοὰς
ἐπὶ
νῆας
Ἀχαιῶν
450
ἠὲ
διοπτεύσων
ἢ
ἐναντίβιον
πολεμίξων
·
εἰ
δέ
κʼ
ἐμῇς
ὑπὸ
χερσὶ
δαμεὶς
ἀπὸ
θυμὸν
ὀλέσσῃς
,
οὐκέτʼ
ἔπειτα
σὺ
πῆμά
ποτʼ
ἔσσεαι
Ἀργείοισιν
.
ἦ
,
καὶ
ὃ
μέν
μιν
ἔμελλε
γενείου
χειρὶ
παχείῃ
ἁψάμενος
λίσσεσθαι
,
ὃ
δʼ
αὐχένα
μέσσον
ἔλασσε
455
φασγάνῳ
ἀΐξας
,
ἀπὸ
δʼ
ἄμφω
κέρσε
τένοντε
·
φθεγγομένου
δʼ
ἄρα
τοῦ
γε
κάρη
κονίῃσιν
ἐμίχθη
.
τοῦ
δʼ
ἀπὸ
μὲν
κτιδέην
κυνέην
κεφαλῆφιν
ἕλοντο
καὶ
λυκέην
καὶ
τόξα
παλίντονα
καὶ
δόρυ
μακρόν
·
καὶ
τά
γʼ
Ἀθηναίῃ
ληΐτιδι
δῖος
Ὀδυσσεὺς
460
ὑψόσʼ
ἀνέσχεθε
χειρὶ
καὶ
εὐχόμενος
ἔπος
ηὔδα
·
χαῖρε
θεὰ
τοῖσδεσσι
·
σὲ
γὰρ
πρώτην
ἐν
Ὀλύμπῳ
πάντων
ἀθανάτων
ἐπιδωσόμεθʼ
·
ἀλλὰ
καὶ
αὖτις
πέμψον
ἐπὶ
Θρῃκῶν
ἀνδρῶν
ἵππους
τε
καὶ
εὐνάς
.
ὣς
ἄρʼ
ἐφώνησεν
,
καὶ
ἀπὸ
ἕθεν
ὑψόσʼ
ἀείρας
465
θῆκεν
ἀνὰ
μυρίκην
·
δέελον
δʼ
ἐπὶ
σῆμά
τʼ
ἔθηκε
συμμάρψας
δόνακας
μυρίκης
τʼ
ἐριθηλέας
ὄζους
,
μὴ
λάθοι
αὖτις
ἰόντε
θοὴν
διὰ
νύκτα
μέλαιναν
.
τὼ
δὲ
βάτην
προτέρω
διά
τʼ
ἔντεα
καὶ
μέλαν
αἷμα
,
αἶψα
δʼ
ἐπὶ
Θρῃκῶν
ἀνδρῶν
τέλος
ἷξον
ἰόντες
.
470
οἳ
δʼ
εὗδον
καμάτῳ
ἀδηκότες
,
ἔντεα
δέ
σφιν
καλὰ
παρʼ
αὐτοῖσι
χθονὶ
κέκλιτο
εὖ
κατὰ
κόσμον
τριστοιχί
·
παρὰ
δέ
σφιν
ἑκάστῳ
δίζυγες
ἵπποι
.
Ῥῆσος
δʼ
ἐν
μέσῳ
εὗδε
,
παρʼ
αὐτῷ
δʼ
ὠκέες
ἵπποι
ἐξ
ἐπιδιφριάδος
πυμάτης
ἱμᾶσι
δέδεντο
.
475
τὸν
δʼ
Ὀδυσεὺς
προπάροιθεν
ἰδὼν
Διομήδεϊ
δεῖξεν
·
οὗτός
τοι
Διόμηδες
ἀνήρ
,
οὗτοι
δέ
τοι
ἵπποι
,
οὓς
νῶϊν
πίφαυσκε
Δόλων
ὃν
ἐπέφνομεν
ἡμεῖς
.
ἀλλʼ
ἄγε
δὴ
πρόφερε
κρατερὸν
μένος
·
οὐδέ
τί
σε
χρὴ
ἑστάμεναι
μέλεον
σὺν
τεύχεσιν
,
ἀλλὰ
λύʼ
ἵππους
·
480
ἠὲ
σύ
γʼ
ἄνδρας
ἔναιρε
,
μελήσουσιν
δʼ
ἐμοὶ
ἵπποι
.
ὣς
φάτο
,
τῷ
δʼ
ἔμπνευσε
μένος
γλαυκῶπις
Ἀθήνη
,
κτεῖνε
δʼ
ἐπιστροφάδην
·
τῶν
δὲ
στόνος
ὄρνυτʼ
ἀεικὴς
ἄορι
θεινομένων
,
ἐρυθαίνετο
δʼ
αἵματι
γαῖα
.
ὡς
δὲ
λέων
μήλοισιν
ἀσημάντοισιν
ἐπελθὼν
485
αἴγεσιν
ἢ
ὀΐεσσι
κακὰ
φρονέων
ἐνορούσῃ
,
ὣς
μὲν
Θρήϊκας
ἄνδρας
ἐπῴχετο
Τυδέος
υἱὸς
ὄφρα
δυώδεκʼ
ἔπεφνεν
·
ἀτὰρ
πολύμητις
Ὀδυσσεὺς
ὅν
τινα
Τυδεΐδης
ἄορι
πλήξειε
παραστὰς
τὸν
δʼ
Ὀδυσεὺς
μετόπισθε
λαβὼν
ποδὸς
ἐξερύσασκε
,
490
τὰ
φρονέων
κατὰ
θυμὸν
ὅπως
καλλίτριχες
ἵπποι
ῥεῖα
διέλθοιεν
μηδὲ
τρομεοίατο
θυμῷ
νεκροῖς
ἀμβαίνοντες
·
ἀήθεσσον
γὰρ
ἔτʼ
αὐτῶν
.
ἀλλʼ
ὅτε
δὴ
βασιλῆα
κιχήσατο
Τυδέος
υἱός
,
τὸν
τρισκαιδέκατον
μελιηδέα
θυμὸν
ἀπηύρα
495
ἀσθμαίνοντα
·
κακὸν
γὰρ
ὄναρ
κεφαλῆφιν
ἐπέστη
τὴν
νύκτʼ
Οἰνεΐδαο
πάϊς
διὰ
μῆτιν
Ἀθήνης
.
τόφρα
δʼ
ἄρʼ
ὃ
τλήμων
Ὀδυσεὺς
λύε
μώνυχας
ἵππους
,
σὺν
δʼ
ἤειρεν
ἱμᾶσι
καὶ
ἐξήλαυνεν
ὁμίλου
τόξῳ
ἐπιπλήσσων
,
ἐπεὶ
οὐ
μάστιγα
φαεινὴν
500
ποικίλου
ἐκ
δίφροιο
νοήσατο
χερσὶν
ἑλέσθαι
·
ῥοίζησεν
δʼ
ἄρα
πιφαύσκων
Διομήδεϊ
δίῳ
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.