εἷος
ὃ
ταῦθʼ
ὥρμαινε
κατὰ
φρένα
καὶ
κατὰ
θυμόν
,
τόφρα
δʼ
ἐπὶ
Τρώων
στίχες
ἤλυθον
ἀσπιστάων
,
ἔλσαν
δʼ
ἐν
μέσσοισι
,
μετὰ
σφίσι
πῆμα
τιθέντες
.
ὡς
δʼ
ὅτε
κάπριον
ἀμφὶ
κύνες
θαλεροί
τʼ
αἰζηοὶ
σεύωνται
,
ὃ
δέ
τʼ
εἶσι
βαθείης
ἐκ
ξυλόχοιο
415
θήγων
λευκὸν
ὀδόντα
μετὰ
γναμπτῇσι
γένυσσιν
,
ἀμφὶ
δέ
τʼ
ἀΐσσονται
,
ὑπαὶ
δέ
τε
κόμπος
ὀδόντων
γίγνεται
,
οἳ
δὲ
μένουσιν
ἄφαρ
δεινόν
περ
ἐόντα
,
ὥς
ῥα
τότʼ
ἀμφʼ
Ὀδυσῆα
Διῒ
φίλον
ἐσσεύοντο
Τρῶες
·
ὃ
δὲ
πρῶτον
μὲν
ἀμύμονα
Δηϊοπίτην
420
οὔτασεν
ὦμον
ὕπερθεν
ἐπάλμενος
ὀξέϊ
δουρί
,
αὐτὰρ
ἔπειτα
Θόωνα
καὶ
Ἔννομον
ἐξενάριξε
.
Χερσιδάμαντα
δʼ
ἔπειτα
καθʼ
ἵππων
ἀΐξαντα
δουρὶ
κατὰ
πρότμησιν
ὑπʼ
ἀσπίδος
ὀμφαλοέσσης
νύξεν
·
ὃ
δʼ
ἐν
κονίῃσι
πεσὼν
ἕλε
γαῖαν
ἀγοστῷ
.
425
τοὺς
μὲν
ἔασʼ
,
ὃ
δʼ
ἄρʼ
Ἱππασίδην
Χάροπʼ
οὔτασε
δουρὶ
αὐτοκασίγνητον
εὐηφενέος
Σώκοιο
.
τῷ
δʼ
ἐπαλεξήσων
Σῶκος
κίεν
ἰσόθεος
φώς
,
στῆ
δὲ
μάλʼ
ἐγγὺς
ἰὼν
καί
μιν
πρὸς
μῦθον
ἔειπεν
ὦ
Ὀδυσεῦ
πολύαινε
δόλων
ἆτʼ
ἠδὲ
πόνοιο
430
σήμερον
ἢ
δοιοῖσιν
ἐπεύξεαι
Ἱππασίδῃσι
τοιώδʼ
ἄνδρε
κατακτείνας
καὶ
τεύχεʼ
ἀπούρας
,
ἤ
κεν
ἐμῷ
ὑπὸ
δουρὶ
τυπεὶς
ἀπὸ
θυμὸν
ὀλέσσῃς
.
ὣς
εἰπὼν
οὔτησε
κατʼ
ἀσπίδα
πάντοσʼ
ἐΐσην
.
διὰ
μὲν
ἀσπίδος
ἦλθε
φαεινῆς
ὄβριμον
ἔγχος
,
435
καὶ
διὰ
θώρηκος
πολυδαιδάλου
ἠρήρειστο
,
πάντα
δʼ
ἀπὸ
πλευρῶν
χρόα
ἔργαθεν
,
οὐδʼ
ἔτʼ
ἔασε
Παλλὰς
Ἀθηναίη
μιχθήμεναι
ἔγκασι
φωτός
.
γνῶ
δʼ
Ὀδυσεὺς
ὅ
οἱ
οὔ
τι
τέλος
κατακαίριον
ἦλθεν
,
ἂψ
δʼ
ἀναχωρήσας
Σῶκον
πρὸς
μῦθον
ἔειπεν
·
440
ἆ
δείλʼ
ἦ
μάλα
δή
σε
κιχάνεται
αἰπὺς
ὄλεθρος
.
ἤτοι
μέν
ῥʼ
ἔμʼ
ἔπαυσας
ἐπὶ
Τρώεσσι
μάχεσθαι
·
σοὶ
δʼ
ἐγὼ
ἐνθάδε
φημὶ
φόνον
καὶ
κῆρα
μέλαιναν
ἤματι
τῷδʼ
ἔσσεσθαι
,
ἐμῷ
δʼ
ὑπὸ
δουρὶ
δαμέντα
εὖχος
ἐμοὶ
δώσειν
,
ψυχὴν
δʼ
Ἄϊδι
κλυτοπώλῳ
.
445
ἦ
,
καὶ
ὃ
μὲν
φύγαδʼ
αὖτις
ὑποστρέψας
ἐβεβήκει
,
τῷ
δὲ
μεταστρεφθέντι
μεταφρένῳ
ἐν
δόρυ
πῆξεν
ὤμων
μεσσηγύς
,
διὰ
δὲ
στήθεσφιν
ἔλασσε
,
δούπησεν
δὲ
πεσών
·
ὃ
δʼ
ἐπεύξατο
δῖος
Ὀδυσσεύς
·
ὦ
Σῶχʼ
Ἱππάσου
υἱὲ
δαΐφρονος
ἱπποδάμοιο
450
φθῆ
σε
τέλος
θανάτοιο
κιχήμενον
,
οὐδʼ
ὑπάλυξας
.
ἆ
δείλʼ
οὐ
μὲν
σοί
γε
πατὴρ
καὶ
πότνια
μήτηρ
ὄσσε
καθαιρήσουσι
θανόντι
περ
,
ἀλλʼ
οἰωνοὶ
ὠμησταὶ
ἐρύουσι
,
περὶ
πτερὰ
πυκνὰ
βαλόντες
.
αὐτὰρ
ἔμʼ
,
εἴ
κε
θάνω
,
κτεριοῦσί
γε
δῖοι
Ἀχαιοί
.
455
ὣς
εἰπὼν
Σώκοιο
δαΐφρονος
ὄβριμον
ἔγχος
ἔξω
τε
χροὸς
ἕλκε
καὶ
ἀσπίδος
ὀμφαλοέσσης
·
αἷμα
δέ
οἱ
σπασθέντος
ἀνέσσυτο
,
κῆδε
δὲ
θυμόν
.
Τρῶες
δὲ
μεγάθυμοι
ὅπως
ἴδον
αἷμʼ
Ὀδυσῆος
κεκλόμενοι
καθʼ
ὅμιλον
ἐπʼ
αὐτῷ
πάντες
ἔβησαν
.
460
αὐτὰρ
ὅ
γʼ
ἐξοπίσω
ἀνεχάζετο
,
αὖε
δʼ
ἑταίρους
.
τρὶς
μὲν
ἔπειτʼ
ἤϋσεν
ὅσον
κεφαλὴ
χάδε
φωτός
,
τρὶς
δʼ
ἄϊεν
ἰάχοντος
ἄρηι
φίλος
Μενέλαος
.
αἶψα
δʼ
ἄρʼ
Αἴαντα
προσεφώνεεν
ἐγγὺς
ἐόντα
·
Αἶαν
διογενὲς
Τελαμώνιε
κοίρανε
λαῶν
465
ἀμφί
μʼ
Ὀδυσσῆος
ταλασίφρονος
ἵκετʼ
ἀϋτὴ
τῷ
ἰκέλη
ὡς
εἴ
ἑ
βιῴατο
μοῦνον
ἐόντα
Τρῶες
ἀποτμήξαντες
ἐνὶ
κρατερῇ
ὑσμίνῃ
.
ἀλλʼ
ἴομεν
καθʼ
ὅμιλον
·
ἀλεξέμεναι
γὰρ
ἄμεινον
.
δείδω
μή
τι
πάθῃσιν
ἐνὶ
Τρώεσσι
μονωθεὶς
470
ἐσθλὸς
ἐών
,
μεγάλη
δὲ
ποθὴ
Δαναοῖσι
γένηται
.
ὣς
εἰπὼν
ὃ
μὲν
ἦρχʼ
,
ὃ
δʼ
ἅμʼ
ἕσπετο
ἰσόθεος
φώς
.
εὗρον
ἔπειτʼ
Ὀδυσῆα
Διῒ
φίλον
·
ἀμφὶ
δʼ
ἄρʼ
αὐτὸν
Τρῶες
ἕπονθʼ
ὡς
εἴ
τε
δαφοινοὶ
θῶες
ὄρεσφιν
ἀμφʼ
ἔλαφον
κεραὸν
βεβλημένον
,
ὅν
τʼ
ἔβαλʼ
ἀνὴρ
475
ἰῷ
ἀπὸ
νευρῆς
·
τὸν
μέν
τʼ
ἤλυξε
πόδεσσι
φεύγων
,
ὄφρʼ
αἷμα
λιαρὸν
καὶ
γούνατʼ
ὀρώρῃ
·
αὐτὰρ
ἐπεὶ
δὴ
τόν
γε
δαμάσσεται
ὠκὺς
ὀϊστός
,
ὠμοφάγοι
μιν
θῶες
ἐν
οὔρεσι
δαρδάπτουσιν
ἐν
νέμεϊ
σκιερῷ
·
ἐπί
τε
λῖν
ἤγαγε
δαίμων
480
σίντην
·
θῶες
μέν
τε
διέτρεσαν
,
αὐτὰρ
ὃ
δάπτει
·
ὥς
ῥα
τότʼ
ἀμφʼ
Ὀδυσῆα
δαΐφρονα
ποικιλομήτην
Τρῶες
ἕπον
πολλοί
τε
καὶ
ἄλκιμοι
,
αὐτὰρ
ὅ
γʼ
ἥρως
ἀΐσσων
ᾧ
ἔγχει
ἀμύνετο
νηλεὲς
ἦμαρ
.
Αἴας
δʼ
ἐγγύθεν
ἦλθε
φέρων
σάκος
ἠΰτε
πύργον
,
485
στῆ
δὲ
παρέξ
·
Τρῶες
δὲ
διέτρεσαν
ἄλλυδις
ἄλλος
.
ἤτοι
τὸν
Μενέλαος
ἀρήϊος
ἔξαγʼ
ὁμίλου
χειρὸς
ἔχων
,
εἷος
θεράπων
σχεδὸν
ἤλασεν
ἵππους
.
Homeri Opera. Homer. David B. Monro, Thomas W. Allen. Oxford. 1908-1920.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.